TLG 0634 001 :: XENOCRATES :: Testimonia, doctrina et fragmenta

XENOCRATES Phil., Platonicus
(Chalcedonius: 4 B.C.)

Testimonia, doctrina et fragmenta

Source: Parente, M.I. (ed.), Senocrate–Ermodoro. Frammenti. Naples: Bibliopolis, 1982: 51–78, 80–138, 141–142, 144–153.

  • frr. 1–8, 10–12, 14–23, 25, 27–43, 46, 47a, 49–50, 52–60, 62–72, 77–79, 81–85, 87–120, 122–163, 165–175, 178–198, 203, 205–206, 209–213, 215–217, 219–233, 236–240, 249, 251–255, 258–262, 264–268
  • Epistula [Sp.] (pp. 152–153): Dup. SOCRATICORUM EPISTULAE (0637 001, p. 634, epist. 34)

Citation: Fragment — (line)

1

[μαθηταὶ δ’ αὐτοῦ Σπεύσιππος Ἀθηναῖος, Ξενοκράτης Χαλ‐ κη]|δόνιος Ἠρακλείδης Ἀμύντας | Ἡρακλεῶτ[α]ι, Μεν̣έ‐ δημος Πυρ|ραῖος, Ἑστιαῖος Περίν[θ]ιος, Ἀριστοτέλης Σταγιρίτης, ‵Χ̣αίρων Πελλ̣ηνεύ̣ς,′ Δίων Συ|ρακόσιος ὁ τὴν
5Διονυσίου | τυραννίδα καθελών, Ἑρ|μ[όδ]ωρος Συρακόσιος ὁ καὶ πε|ρὶ α[ὐτ]οῦ γράψας καὶ τοὺς λό|γ̣ο̣υς ε̣ἰς Σικελίαν [μετ]αφέ|[ρω]ν̣, | [Ἔ]ραστος καὶ Ἀ[σκλ]ηπι|άδης [οἱ ἀπο]μνημον[εύμα]τα | γράψα[ν]τ̣ες αὐτοῦ· Ἀ[ρ]χύτ̣ας̣ | Τα[ρ̣αντῖ]νος· [ὁ Κυζι]|[κ]ηνὸς Τιμόλ̣[α]|ος· Καλ|λ[ι]γέ|‐
10νης | Ἀθη|ναῖος | Τιμό|[λ]ας τοὺς | ἐν τῶι | Περι|δείπνωιʹ| [ἑστιάσας ὡς ἱσ]τορεῖ Σπεύ|[σιππος], Χ̣ίων ὁ{υ} τὸν |[ἐ]ν [Ἡρακ]λ̣είαι τύραννον | ἀν[ελών], Πύθων καὶ Ἡ[ρ]α[κ]|‐ λ̣ί[δης] ο̣[ἱ] Κ̣ότυν ἀποκτ̣εί̣|ναντε[ς κ]αὶ διὰ τοῦθ’ ὑπ’ [Ἀ]|[θη]ναί[ων] π̣ολιτογραφη[θέν]|[τες εἶ]τα δ̣ὲ χρυσῶι στ[ε‐
15φ]ά|[νωι τιμηθέντες], Αἴνιοι ... | οἱ δ[ὲ] νεανίσκοι ψη‐ φ[ο]φορή|σαν[τ]ες ὅστις αὐτῶν ἡγή[σ]|σετα[ι], Ξενοκρά‐ τη[ν] εἵλοντο̣ | τὸν [Κα]λχη̣δ̣όνιον, Ἀρι[σ]το‖τέλους [μ]ὲν ἀποδεδημη|κότος εἰς Μα̣κ̣εδονίαν, Με|ν̣εδήμου δὲ τοῦ Ηυρραίου | κ̣αὶ Ἡρακλείδου τοῦ Ἡρακλε|ώ̣του παρ’ ὀλίγας
20ψήφους ἡττηθέντων . [ὁ] μ̣ὲν οὖν [Ἡ]ρα|κλείδης ἀπῆ[ρ]εν ε[ἰς τ]ὸ̣ν | Πόντον, ὁ δὲ̣ [Μενέδημ]ος ἕ|τερον περίπ̣α̣τον καὶ [δι]α|τριβὴν κατε[σ]κευάσ̣ατο· | [οἱ δ’] ἐν | Ἀκαδη‐ μείαι [λ]έ[γ]οντ[αι] | προκρῖνα[σ]ι [τὸν] Ξενοκρ[ά]‐ την | ἀγασθέντε[ς] αὐτοῦ τ̣[ὴ]ν̣ | σωφροσύνην· ὁ γὰρ
25Σ̣π[εύσιπ]|πος .. εἶχε τ.να.εμον̣.ν | ἀκρα̣[τέ]στερ[ος]
...ον καὶ | τῶ[ν] ἡδον[ῶν ἥ]ττ[ων ...] ‖ [...] οντ[.......] ἐνταῦ[θ]α γὰρ ἦν Ἀν[τίπα]|τρος, το̣[ὺ]ς μὲν ἄλλο[υς] αὐτῶι ....... [καὶ ]πυνθαν̣ο̣|μένο̣υ τί δοκε̣ῖ τὰ διαγεγραμ|μένα, αὐτὸν ἀπο‐51
30κρίνασθαι· | μέτρια μὲν ὡς οἰκέταις, | πικρὰ δὲ ὡς ἐλευθέ‐ ρο̣ις. οὕ|τ̣ω δὲ λέγεται διακεῖ̣σ̣θαι | τῆι εὐνοίαι τῆι πρὸς τὸν δῆ|μον ὁ Ξενοκράτης ὡς οὔ|τε τὰ μουσεῖα θῦσαι τό[τε] κα|τὰ τὴν τῆς φρο̣υρ̣ᾶς εἴσοδ[ον] | ὕστερόν τε Δημάδ̣ους αὐ|τὸν, ὅτε τὸ πολί̣τ̣ευμα συ|νέστησεν, Ἀθηναῖ[ον]
35εἶνα[ι] | γράψαντ[ο]ς οὐ τολμῆ[σαι] | γραφῆναι, λέγον‐ θ’ ὡς [αἰσ]|χρὸν ε[ἴ]η{ι} ταύτης τῆς πολ[ι]|τείας κοινω‐ νῆσαι, κα[θ’ ἧ]ς | ὅπως μ̣ὴ γένηται πρεσβ[ευ]|τὴν αὐ̣τ̣ὸν ὁ δῆμος ἐχειρο|τόνη[σεν]. ἔνιοι δ’ ἀπρ[ακτότε]|ρον̣ φασ̣[ὶν] ἀναστραφ[ῆ]ναι | τὸν Ξε[νο]κράτην κατὰ τ̣[ὴν] | πρεσ‐
40βεία[ν], ὥστε κα[ὶ ἐγγρά]|φους ποιε̣ῖσθαι διατ̣ρ[ιβὰς] | τῶι πλήθ[ει τὸ]ν Ἀν[τιπά]|τρου σύμμα[χ]ον. Τί[μαιος? δὲ]| τοῦτον ..... (ἡ)ττων ..... (γ)ενεσθαι ....
45...ην αὔριον ... ἑκατ[ὸ]ν | δ̣ὲ [γε]|νομέ〈ν〉ον τῶν π[ινόντ]ω̣ν̣ | [ἑκ]ατὸν χο͂[ε]ς..|.. χρυσοῖ̣ τ̣ῶι πότωι [ὑ]π̣ὸ [τῶν] | παίδων, καὶ παρατε[θ]έντο̣ς | ἑνὸς ἑκάστωι πλήρο̣[υς ο]ἴνου | κ̣αὶ χρυσοῦ στεφά[νου] μεγ[ά]λου | τε καὶ καλοῦ τεθέντος εἰς |

1

(50)

τὸ μέσον ἐπὶ τριποδίου τῶι | πρώτωι π[ίον]τι τὸν οἶν[ον]| δώσειν ἔφη· καὶ νικ[ή]σας̣ Ξ̣[ε]|νοκράτης ἔλα[βε]ν αὐ̣[‐ τὸν κα]|πὶ τὸν Ἑρμῆν ἀπ̣έ̣θ[ε]το, κα|θάπερ εἰώθει τοὺς [ἀ]νθι|νούς· διαδοθείσης δὲ [τ]ῆς | πράξεως ἐθαυμάσθ[η] μᾶλ|λον ὁ τὸ χ̣ρυσίον ὑπ[ερι]δὼν | τοῦ τ[ο]σαῦτα πα[ρ]ε‐
55σ[κε]υακ[ό]|τος αὐθημερ̣όν. μαθ̣[ητ]α[ὶ] δ’ [α]ὐ|τοῦ φέ̣‐ ρον̣ται γε[γονέ]ναι· Ξε|νοκράτης [ἅμα] συ[γγενὴς ὤν], | Μήτρων κα[ὶ ...... καὶ Ἀ]|δείμαντ̣ος̣ [καὶ Φιλισ]‐ τίω[ν] | καὶ Κράτης [....]σθέν[ησ]| [.... κ]αὶ Π[ο]λέ‐ μων Ἀ[θηναῖος] ...
60θη[ρα]θεὶς δ’ ὑ|πὸ Ξενοκράτου[ς] καὶ συστα|[θε]ὶς αὐ‐ τῶι τοσοῦτο μετήλ|[λ]αξε κατὰ τὸν βί[ο]ν, ὥστε | μηδέ‐
ποτε ‘μήτε‘ τὴν τοῦ προσώ|που φαντασίαν δια[λῦ]σαι | καὶ σχέσιν ἀλλοι[ῶσαι] μ[ή]|τε τὸν τ[ό]νον τῆς [φω‐ νῆς], | [ἀλ]λὰ ταὐτὰ [δ]ια[φ]υλάττ[ειν] | [κἂ]ν δυσ[κο‐52
65λ]ώτερον [ὄντα.] δοκεῖ [δ]ὲ καὶ νεανίς|κο̣ς ἐκθαυμ[άσ]α̣ι Ξενοκράτην | ἐξ ὦν αὐ[τὸ]ν ὕμνει καὶ ἐ|μ̣ιμεῖτο π̣[άντο]θεν τὰ περὶ | αὐτοῦ. μά|λ[ισ]τα Πλάτωνο̣[ς] οὐ [Σπε]ύ[σιπ]|πον δὲ καὶ
70Ξεν[ο]κρά[την] ... Χαί|[ρ]ων δ’ ὁ [Πε]λ[λην]εὺς ἐν Ἀ|καδημείαι μ[ὲν] παρὰ Πλά|τ[ωνι] καὶ Ξενοκράτει [οὐκ] | ἔμ[εινε]ν ὁ δ’ εἰρημένος | [τὴν Ξεν]οκράτ̣[ο]υ̣ς σχολὴν | [προέλιπε] μᾶλλο̣[ν]
75καὶ παραγενόμενος Ἀθ̣[ήνα]|ζε πρῶτον μὲν Ξενοκρά|τους ἤκουεν, ὕστερον δὲ μετὰ Πολέμωνος ἐσχόλα|ζεν. [....] Ἐφε[σί]ους με[....]|[...]σου μ[αθη]τὰς αε[...]| [.... τ]οῦ [Ξεν]οκρά[τους]

2

Ξενοκράτης Ἀγαθήνορος Χαλκηδόνιος· οὗτος ἐκ νέου Πλά‐ τωνος ἤκουσεν, ἀλλὰ καὶ εἰς Σικελίαν αὐτῷ συναπεδή‐ μησεν. ἦν δὲ τὴν φύσιν νωθρός, ὥστε λέγειν τὸν Πλάτωνα
συγκρίνοντα αὐτὸν Ἀριστοτέλει, “τῷ μὲν μύωπος δεῖ, τῷ53
5δὲ χαλινοῦ·” καὶ “ἐφ’ οἷον ἵππον οἷον ὄνον ἀλείφω.” σεμ‐ νὸς δὲ τά τ’ ἄλλα Ξενοκράτης καὶ σκυθρωπὸς ἀεί, ὥστε αὐτῷ λέγειν συνεχὲς τὸν Πλάτωνα, “Ξενόκρατες, θῦε ταῖς Χάρισι.” διῆγέ τ’ ἐν Ἀκαδημείᾳ τὰ πλεῖστα· καὶ εἴ ποτε μέλλοι ἐς ἄστυ ἀνιέναι, φασὶ τοὺς θορυβώδεις πάντας καὶ
10προυνίκους ὑποστέλλειν αὐτοῦ τῇ παρόδῳ. καί ποτε καὶ Φρύνην τὴν ἑταίραν ἐθελῆσαι πειρᾶσαι αὐτόν, καὶ δῆθεν διωκομένην ὑπό τινων καταφυγεῖν εἰς τὸ οἰκίδιον. τὸν δὲ ἕνεκα τοῦ ἀνθρωπίνου εἰσδέξασθαι, καὶ ἑνὸς ὄντος κλινιδίου δεομένῃ μεταδοῦναι τῆς κατακλίσεως· καὶ τέλος πολλὰ
15ἐκλιπαροῦσαν ἄπρακτον ἀναστῆναι. λέγειν τε πρὸς τοὺς πυνθανομένους ὡς οὐκ ἀπ’ ἀνδρός, ἀλλ’ ἀπ’ ἀνδριάντος ἀνασταίη. ἔνιοι δὲ Λαΐδα φασὶ παρακατακλῖναι αὐτῷ τοὺς μαθητάς· τὸν δὲ οὕτως εἶναι ἐγκρατῆ ὥστε καὶ τομὰς καὶ καύσεις πολλάκις ὑπομεῖναι περὶ τὸ αἰδοῖον. ἦν δὲ καὶ
20ἀξιόπιστος σφόδρα, ὥστε μὴ ἐξὸν ἀνώμοτον μαρτυρεῖν, τούτῳ μόνῳ συνεχώρουν Ἀθηναῖοι. καὶ δὴ καὶ αὐταρκέστα‐ τος ἦν. Ἀλεξάνδρου γοῦν συχνὸν ἀργύριον ἀποστείλαντος αὐτῷ, τρισχιλίας Ἀττικὰς ἀφελὼν τὸ λοιπὸν ἀπέπεμψεν εἰπὼν ἐκείνῳ πλειόνων δεῖν πλείονας τρέφοντι. ἀλλὰ καὶ
25〈τὸ〉 ὑπ’ Ἀντιπάτρου πεμφθὲν μὴ προσέσθαι, ὥς φησι Μυ‐ ρωνιανὸς ἐν Ὁμοίοις. καὶ χρυσῷ στεφάνῳ τιμηθέντα ἐπάθλῳ πολυποσίας τοῖς Χουσὶ παρὰ Διονυσίῳ ἐξιόντα θεῖναι πρὸς τὸν ἱδρυμένον Ἑρμῆν, ἔνθαπερ τιθέναι καὶ τοὺς ἀνθινοὺς εἰώθει. λόγος
30δὲ αὐτὸν μετὰ καὶ ἄλλων πεμφθῆναι πρεσβευτὴν πρὸς Φί‐ λιππον· καὶ τοὺς μὲν δώροις μαλθασσομένους καὶ εἰς τὰς κλήσεις συνιέναι καὶ τῷ Φιλίππῳ λαλεῖν· τὸν δὲ μηδέτερον τούτων ποιεῖν. οὔτε γὰρ ὁ Φίλιππος αὐτὸν προσίετο διὰ τοῦτο. ὅθεν ἐλθόντας τοὺς πρέσβεις εἰς τὰς Ἀθήνας φάσκειν
35ὡς μάτην αὐτοῖς Ξενοκράτης συνεληλύθοι· καὶ τοὺς ἑτοί‐ μους εἶναι ζημιοῦν αὐτόν. μαθόντας δὲ παρ’ αὐτοῦ ὡς νῦν καὶ μᾶλλον φροντιστέον εἴη τῆς πόλεως αὐτοῖς (τοὺς μὲν γὰρ ᾔδει δωροδοκήσαντας ὁ Φίλιππος, ἐμὲ δὲ μηδενὶ λόγῳ ὑπαξόμενος) φασὶ διπλασίως αὐτὸν τιμῆσαι. καὶ τὸν Φίλιπ‐
40πον δὲ λέγειν ὕστερον ὡς μόνος εἴη Ξενοκράτης τῶν πρὸς αὐτὸν ἀφιγμένων ἀδωροδόκητος. ἀλλὰ καὶ πρεσβεύων πρὸς Ἀντίπατρον περὶ αἰχμαλώτων Ἀθηναίων κατὰ τὸν Λαμια‐ κὸν πόλεμον, καὶ κληθεὶς ἐπὶ δεῖπνον πρὸς αὐτὸν προηνέγ‐ κατο ταυτί·54
45
ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,
πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος
πρὶν λύσασθ’ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι; καὶ τὸν ἀποδεξάμενον τὴν εὐστοχίαν εὐθὺς ἀνεῖναι. Στρουθίου δέ ποτε διωκομένου ὑπὸ ἱέρακος καὶ εἰσπηδή‐

2

(50)

σαντος εἰς τοὺς κόλπους αὐτοῦ, καταψήσας μεθῆκεν, εἰπὼν τὸν ἱκέτην δεῖν μὴ ἐκδιδόναι. σκωπτόμενος ὑπὸ Βίωνος οὐκ ἔφη αὐτῷ ἀποκρινεῖσθαι· μηδὲ γὰρ τὴν τραγῳδίαν ὑπὸ τῆς κωμῳδίας σκωπτομένην ἀποκρίσεως ἀξιοῦν. πρός τε τὸν μήτε μουσικὴν μήτε γεωμετρικὴν μήτε ἀστρονο‐
55μίαν μεμαθηκότα, βουλόμενον δὲ παρ’ αὐτὸν φοιτᾶν, “πο‐ ρεύου,” ἔφη· “λαβὰς γὰρ οὐκ ἔχεις φιλοσοφίας.” οἱ δὲ τοῦτό φασιν εἰπεῖν, “παρ’ ἐμοὶ γὰρ πόκος οὐ κνάπτεται.” Εἰπόντος δὲ Διονυσίου πρὸς Πλάτωνα ὡς ἀφαιρήσει τις αὐτοῦ τὸν τράχηλον, παρὼν οὗτος καὶ δείξας τὸν ἴδιον,
60“οὐκ ἄν γε,” ἔφη, “τὶς πρότερον τούτου.” φασὶ καὶ Ἀν‐ τιπάτρου ποτὲ ἐλθόντος εἰς Ἀθήνας καὶ ἀσπασαμένου αὐ‐ τόν, μὴ πρότερον ἀντιπροσαγορεῦσαι πρὶν ἢ τὸν λόγον ὃν ἔλεγε διαπεράνασθαι. ἀτυφότατος δὲ ὢν πολλάκις τῆς ἡμέρας ἑαυτῷ ἐμελέτα, καὶ ὥραν μίαν, φασίν, ἀπένεμε
65σιωπῇ. Καὶ πλεῖστα ὅσα καταλέλοιπε συγγράμματα καὶ ἔπη καὶ παραινέσεις, ἅ ἐστι ταῦτα· Περὶ φύσεως αʹ βʹ γʹ δʹ εʹ ϛʹ, Περὶ σοφίας ϛʹ,
70Περὶ πλούτου αʹ, Ἀρκὰς αʹ, Περὶ τοῦ ἀορίστου αʹ, Περὶ τοῦ παιδίου αʹ, Περὶ ἐγκρατείας αʹ,
75Περὶ τοῦ ὠφελίμου αʹ,
Περὶ τοῦ ἐλευθέρου αʹ, Περὶ θανάτου αʹ, Περὶ ἑκουσίου αʹ, Περὶ φιλίας αʹ βʹ,55
80Περὶ ἐπιεικείας αʹ, Περὶ τοῦ ἐναντίου αʹ βʹ, Περὶ εὐδαιμονίας αʹ βʹ, Περὶ τοῦ γράφειν αʹ Περὶ μνήμης αʹ,
85Περὶ τοῦ ψεύδους αʹ, Καλλικλῆς αʹ, Περὶ φρονήσεως αʹ βʹ, Οἰκονομικὸς αʹ, Περὶ σωφροσύνης αʹ,
90Περὶ δυνάμεως νόμου αʹ, Περὶ πολιτείας αʹ, Περὶ ὁσιότητος αʹ, Ὅτι παραδοτὴ ἡ ἀρετὴ αʹ, Περὶ τοῦ ὄντος αʹ,
95Περὶ εἱμαρμένης αʹ, Περὶ παθῶν αʹ, Περὶ βίων αʹ, Περὶ ὁμονοίας αʹ, Περὶ μαθητῶν αʹ βʹ,

2

(100)

Περὶ δικαιοσύνης αʹ, Περὶ ἀρετῆς αʹ βʹ, Περὶ εἰδῶν αʹ, Περὶ ἡδονῆς αʹ βʹ, Περὶ βίου αʹ,
105Περὶ τοῦ ἑνὸς αʹ, Περὶ ἰδεῶν αʹ, Περὶ τέχνης αʹ, Περὶ θεῶν αʹ βʹ, Περὶ ψυχῆς αʹ βʹ,
110Περὶ ἐπιστήμης αʹ, Πολιτικὸς αʹ,
Περὶ ἐπιστημοσύνης αʹ, Περὶ φιλοσοφίας αʹ, Περὶ τῶν Παρμενίδου αʹ,56
115Ἀρχέδημος ἢ περὶ δικαιοσύνης αʹ, Περὶ τἀγαθοῦ αʹ, Τῶν περὶ τὴν διάνοιαν αʹ βʹ γʹ δʹ εʹ ϛʹ ζʹ ηʹ, Λύσις τῶν περὶ τοὺς λόγους ιʹ, Φυσικῆς ἀκροάσεως αʹ βʹ γʹ δʹ εʹ ϛʹ,
120Κεφάλαιον αʹ, Περὶ γενῶν καὶ εἰδῶν αʹ, Πυθαγόρεια αʹ, Λύσεις αʹ βʹ, Διαιρέσεις ηʹ,
125Θέσεων βιβλία κʹ, 〈στίχοι μύριοι〉 γʹ, Τῆς περὶ τὸ διαλέγεσθαι πραγματείας βιβλία ιδʹ, 〈στίχοι μύριοι〉 αʹ, βψμʹ, Μετὰ τοῦτο βιβλία ιεʹ καὶ ἄλλα βιβλία ιϛʹ περὶ μαθημάτων τῶν περὶ τὴν λέξιν,
130Λογιστικῶν βιβλία θʹ, Τῶν περὶ τὰ μαθήματα βιβλία ϛʹ, Τῶν περὶ τὴν διάνοιαν ἄλλα βιβλία δύο, Περὶ γεωμετρῶν βιβλία εʹ, Ὑπομνημάτων αʹ,
135Ἐναντίων αʹ, Περὶ ἀριθμῶν αʹ, Ἀριθμῶν θεωρία αʹ, Περὶ διαστημάτων αʹ, Τῶν περὶ ἀστρολογίαν ϛʹ,
140Στοιχεῖα πρὸς Ἀλέξανδρον περὶ βασιλείας δʹ, Πρὸς Ἀρρύβαν, Πρὸς Ἡφαιστίωνα, Περὶ γεωμετρίας αʹ βʹ, Στίχοι 〈μύριοι〉 κβʹ, δαλθʹ.
145Ἀθηναῖοι δ’ ὅμως αὐτὸν ὄντα τοιοῦτον ἐπίπρασκόν ποτε, τὸ μετοίκιον ἀτονοῦντα θεῖναι. καὶ αὐτὸν ὠνεῖται Δημή‐
τριος ὁ Φαληρεὺς καὶ ἑκάτερον ἀποκατέστησε· Ξενοκράτει μὲν τὴν ἐλευθερίαν, Ἀθηναίοις δὲ τὸ μετοίκιον. τοῦτό φησι Μυρωνιανὸς ὁ Ἀμαστριανὸς ἐν τῷ πρώτῳ τῶν Ἱστορικῶν57

2

(150)

ὁμοίων κεφαλαίων. διεδέξατο δὲ Σπεύσιππον καὶ ἀφηγή‐ σατο τῆς σχολῆς πέντε καὶ εἴκοσιν ἔτη ἐπὶ Λυσιμαχίδου ἀρξάμενος κατὰ τὸ δεύτερον ἔτος τῆς δεκάτης καὶ ἑκατο‐ στῆς Ὀλυμπιάδος. ἐτελεύτα δὲ νυκτὸς λεκάνῃ προσπταί‐ σας, ἔτος ἤδη γεγονὼς δεύτερον καὶ ὀγδοηκοστόν. φαμὲν
155δὲ καὶ εἰς τοῦτον οὑτωσί·
χαλκῇ προσκόψας λεκάνῃ ποτὲ καὶ τὸ μέτωπον
πλήξας ἴαχεν ὦ σύντονον, εἶτ’ ἔθανεν,
ὁ πάντα πάντη Ξενοκράτης ἀνὴρ γεγώς. Γεγόνασι δὲ καὶ ἄλλοι Ξενοκράτεις πέντε· ὅ τε τακτι‐
160κὸς ἀρχαῖος σφόδρα καὶ ὁ συγγενὴς ἅμα καὶ πολίτης τῷ προειρημένῳ φιλοσόφῳ· φέρεται δὲ αὐτοῦ λόγος Ἀρσινοη‐ τικός, γεγραμμένος περὶ Ἀρσινόης ἀποθανούσης. τέταρτος φιλόσοφος, ἐλεγείαν γεγραφὼς οὐκ ἐπιτυχῶς. ἴδιον δέ· ποιη‐ ταὶ μὲν γὰρ ἐπιβαλλόμενοι πεζογραφεῖν ἐπιτυγχάνουσι·
165πεζογράφοι δὲ ἐπιτιθέμενοι ποιητικῇ πταίουσι· τῷ δῆλον τὸ μὲν φύσεως εἶναι, τὸ δὲ τέχνης ἔργον. πέμπτος ἀνδριαν‐ τοποιός· ἕκτος ᾄσματα γεγραφώς, ὥς φησιν Ἀριστόξενος.

3

Μαθηταὶ δ’ αὐτοῦ Σπεύσιππος Ἀθηναῖος, Ξενοκράτης Καλ‐ χηδόνιος, Ἀριστοτέλης Σταγειρίτης, Φίλιππος Ὀπούντιος, Ἑστιαῖος Περίνθιος, Δίων Συρακόσιος, Ἄμυκλος Ἡρα‐ κλεώτης, Ἔραστος καὶ Κορίσκος Σκήψιοι, Τιμόλαος Κυ‐
5ζικηνός, Εὐαίων Λαμψακηνός, Πύθων καὶ Ἡρακλείδης Αἴνιοι, Ἱπποθάλης καὶ Κάλλιππος Ἀθηναῖοι, Δημήτριος Ἀμφιπολίτης, Ἡρακλείδης Ποντικὸς καὶ ἄλλοι πλείους, σὺν οἷς καὶ γυναῖκες δύο Λασθένεια Μαντινικὴ καὶ Ἀξιοθέα Φλειασία, ἣ καὶ ἀνδρεῖα ἠμπίσχετο, ὥς φησι Δικαίαρχος.58

4

ὥσπερ ὁ Κλεάνθης καὶ ὁ Ξενοκράτης βραδύτεροι δοκοῦν‐ τες εἶναι τῶν συσχολαστῶν οὐκ ἀπεδίδρασκον ἐκ τοῦ μαν‐ θάνειν οὐδ’ ἀπέκαμνον, ἀλλὰ φθάνοντες εἰς ἑαυτοὺς ἔπαιζον, ἀγγείοις τε βραχυστόμοις καὶ πινακίσι χαλκαῖς ἀπεικάζον‐
5τες, ὡς μόλις μὲν παραδεχόμενοι τοὺς λόγους, ἀσφαλῶς δὲ καὶ βεβαίως τηροῦντες.

5

Ὁ Πλάτων τῷ Ξενοκράτει βαρυτέρῳ τὸ ἦθος ὄντι τἄλλα δὲ καλῷ κἀγαθῷ παρεκελεύετο θύειν ταῖς Χάρισιν.

6

Ξενοκράτης ὁ Χαλκηδόνιος ὑπὸ τοῦ Πλάτωνος ἐς τὸ ἄχα‐ ρι σκωπτόμενος οὐδέποτε ἠγανάκτει φασίν, ἀλλὰ καὶ πρὸς τὸν παροξύνοντα αὐτὸν ὑπὲρ τούτου, ἵνα τι ἀποκρίνηται τῷ Πλάτωνι, ὃ δὲ καὶ πάνυ ἐμφρόνως κατασιγάζων τὸν
5ἄνδρα ἔφατο ‘ἀλλὰ τοῦτο ἐμοὶ συμφέρει.‘

7

Ξενοκράτης ὁ Χαλκηδόνιος, ὁ ἑταῖρος Πλάτωνος, τά τε ἄλλα ἦν φιλοικτίρμων καὶ οὐ μόνον φιλάνθρωπος, ἀλλὰ
καὶ πολλὰ τῶν ἀλόγων ζῴων ἠλέει. καὶ οὖν ποτε καθημένου ἐν ὑπαίθρῳ, διωκόμενος βιαίως στρουθὸς ὑπὸ ἱέρακος ἐς59
5τοὺς κόλπους αὐτοῦ κατέπτη. ὃ δὲ ἀσμένως ἐδέξατο τὸν ὄρνιν, καὶ διεφύλαξεν ἀποκρύψας, εἴτε ὁ διώκων ἀπῆλθεν. ἐπεὶ δὲ ἠλευθέρωσεν αὐτὸν τοῦ φόβου, ἁπλώσας τὸν κόλπον ἀφῆκε τὸν ὄρνιν, ἐπειπὼν ὅτι μὴ ἐξέδωκε τὸν ἱκέτην.

8

ἐδόκει γὰρ Πλάτων φθονερὸς εἶναι καὶ κατὰ τὸ ἦθος οὐ‐ δαμῶς εὐδοκιμεῖν ... Αἰσχίνου τε πένητος ὄντος καὶ μαθη‐ τὴν ἕνα ἔχοντος Ξενοκράτην, τοῦτον περιέσπασε.

10

εἰσελθόντος ποτὲ Ξενοκράτους εἶπε μαστιγῶσαι τὸν παῖδα· αὐτὸν γὰρ μὴ δύνασθαι διὰ τὸ ὠργίσθαι.

11

Λέγεται τὴν διαφορὰν Ἀριστοτέλους πρὸς Πλάτωνα τὴν
πρώτην ἐκ τούτων γενέσθαι. οὐκ ἠρέσκετο τῷ βίῳ αὐτοῦ ὁ Πλάτων οὐδὲ τῇ κατασκευῇ τῇ περὶ τὸ σῶμα. καὶ γὰρ ἐσθῆτι ἐχρῆτο περιέργῳ ὁ Ἀριστοτέλης καὶ ὑποδέσει, καὶ60
5κουρὰν δὲ ἐκείρετο καὶ ταύτην ἀήθη Πλάτωνι, καὶ δακτυ‐ λίους δὲ πολλοὺς φορῶν ἐκαλλύνετο ἐπὶ τούτῳ· καὶ μωκία δέ τις ἦν αὐτοῦ περὶ τὸ πρόσωπον, καὶ ἄκαιρος στωμυλία λαλοῦντος κατηγόρει καὶ αὕτη τὸν τρόπον αὐτοῦ. πάντα δὲ ταῦτα ὡς ἔστιν ἀλλότρια φιλοσόφου, δῆλον. ἅπερ οὖν
10ὁρῶν ὁ Πλάτων οὐ προσίετο τὸν ἄνδρα, προετίμα δὲ αὐτοῦ Ξενοκράτην καὶ Σπεύσιππον καὶ Ἀμύκλαν καὶ ἄλλους, τῇ τε λοιπῇ δεξιούμενος αὐτοὺς τιμῇ καὶ οὖν καὶ τῇ κοινωνίᾳ τῶν λόγων. ἀποδημίας δὲ γενομένης ποτὲ τῷ Ξενοκράτει ἐς τὴν πατρίδα, ἐπέθετο τῷ Πλάτωνι ὁ Ἀριστοτέλης, χορόν
15τινα τῶν ὁμιλητῶν τῶν ἑαυτοῦ περιστησάμενος, ὧν ἦν Μνάσων τε ὁ Φωκεὺς καὶ ἄλλοι τοιοῦτοι. ἐνόσει δὲ τότε ὁ Σπεύσιππος, καὶ διὰ ταῦτα ἀδύνατος ἦν συμβαδίζειν τῷ Πλάτωνι. ὁ δὲ Πλάτων ὀγδοήκοντα ἔτη ἐγεγόνει, καὶ ὁμοῦ τι διὰ τὴν ἡλικίαν ἐπελελοίπει τὰ τῆς μνήμης αὐτόν.
20ἐπιθέμενος οὖν αὐτῷ καὶ ἐπιβουλεύων ὁ Ἀριστοτέλης, καὶ φιλοτίμως πάνυ τὰς ἐρωτήσεις ποιούμενος καὶ τρόπον τινὰ καὶ ἐλεγκτικῶς, ἀδικῶν ἅμα καὶ ἀγνωμονῶν ἦν δῆλος· καὶ διὰ ταῦτα ἀποστὰς ὁ Πλάτων τοῦ ἔξω περιπάτου, ἔνδον ἐβάδιζε σὺν τοῖς ἑταίροις. τριῶν δὲ μηνῶν διαγενομένων ὁ
25Ξενοκράτης ἀφίκετο ἐκ τῆς ἀποδημίας, καὶ καταλαμβάνει τὸν Ἀριστοτέλη βαδίζοντα οὗ κατέλιπε τὸν Πλάτωνα ὁρῶν δὲ αὐτὸν μετὰ τῶν γνωρίμων οὐ πρὸς Πλάτωνα ἀνα‐ χωροῦντα ἐκ τοῦ περιπάτου, ἀλλὰ καθ’ ἑαυτὸν ἀπιόντα ἐς τὴν πόλιν, ἤρετό τινα τῶν ἐν τῇ περιπάτῳ ὅπου ποτὲ εἴη
30ὁ Πλάτων· ὑπώπτευε γὰρ αὐτὸν μαλακίζεσθαι. ὃ δὲ ἀπεκρί‐ νατο· ‘ἐκεῖνος μὲν οὐ νοσεῖ, ἐνοχλῶν δὲ αὐτὸν Ἀριστοτέλης παραχωρῆσαι πεποίηκε τοῦ περιπάτου, καὶ ἀναχωρήσας ἐν τῷ κήπῳ τῷ ἑαυτοῦ φιλοσοφεῖ.‘ ὁ δὲ Ξενοκράτης ἀκούσας παραχρῆμα ἧκε πρὸς Πλάτωνα, καὶ κατέλαβε διαλεγόμενον
35τοῖς σὺν ἑαυτῷ· ἦσαν δὲ μάλα συχνοὶ καὶ ἄξιοι λόγου καὶ οἳ μάλιστα δοκοῦντες τῶν νέων ἐπιφανεῖς. ἐπεὶ δὲ ἐπαύσατο τῆς ὁμιλίας, ἠσπάσατό τε ὡς τὸ εἰκὸς τὸν Ξενοκράτην φι‐
λανθρώπως καὶ αὖ πάλιν ὁ Ξενοκράτης ἐκεῖνον ὁμοίως. δια‐ λυθείσης δὲ τῆς συνουσίας οὐδὲν οὔτε εἰπὼν πρὸς τὸν Πλά‐61
40τωνα ὁ Ξενοκράτης οὔτε ἀκούσας, συναγαγὼν τοὺς ἑταίρους τῷ Σπευσίππῳ πάνυ ἰσχυρῶς ἐπέπληξε παραχωρήσαντι τοῦ περιπάτου Ἀριστοτέλει, αὐτός τε ἐπέθετο τῷ Σταγειρίτῃ κατὰ τὸ καρτερόν, καὶ ἐς τοσοῦτον προῆλθε φιλοτιμίας, ὡς ἐξελάσαι αὐτὸν καὶ ἀποδοῦναι τὸ σύνηθες χωρίον τῷ Πλά‐
45τωνι.

12

Τίμαιος δέ φησιν ὡς ‘Διονύσιος ὁ τύραννος τῇ τῶν Χοῶν ἑορτῇ τῷ πρώτῳ ἐκπιόντι χοᾶ ἆθλον ἔθηκε στέφανον χρυ‐ σοῦν· καὶ ὅτι πρῶτος ἐξέπιε Ξενοκράτης ὁ φιλόσοφος καὶ λαβὼν τὸν χρυσοῦν στέφανον καὶ ἀναλύων τῷ Ἑρμῇ τῷ
5ἱδρυμένῳ ἐπὶ τῆς αὐλῆς ἐπέθηκεν, ᾧπερ εἰώθει καὶ τοὺς ἀνθινοὺς ἑκάστοτε ἐπιτιθέναι στεφάνους ἑσπέρας ἀπαλλασ‐ σόμενος ὡς αὐτόν. καὶ ἐπὶ τούτῳ ἐθαυμάσθη.

14

Ξενοκράτει δέ ποτε τῷ φιλοσόφῳ τὰς χεῖρας ἐπιβαλόντος τελώνου, καὶ πρὸς τὸ μετοίκιον αὐτὸν ἄγοντος, συναντήσας τὸν μὲν φιλόσοφον ἀπέλυσε, τὴν δὲ κεφαλὴν τοῦ τελώνου ῥάβδῳ παίσας, ἅτε δὴ κατὰ τοῦ πρέποντος ἀποθρασυνομέ‐
5νου, δεσμωτήριον οἰκεῖν παραδέδωκε, καὶ πολλῶν ἐπαίνων ἐπὶ ταύτῃ τῇ πράξει τετύχηκε. Διὸ καὶ μεθ’ ἡμέρας τινὰς τοῖς παισὶ τοῦ Λυκούργου Ξενοκράτης συντυχών· «Ταχύ γε, ἔφη, τῷ πατρὶ ὑμῶν, ὦ παῖδες, ἀποδέδωκα τὴν χάριν· ἐπαινεῖται γὰρ ὑπὸ τῶν πλειόνων, ὅτι μοι γέγονε βοηθὸς62
10προπηλακιζομένῳ».

15

Ξενοκράτην μὲν οὖν τὸν φιλόσοφον, ὅτε Λυκοῦργος αὐτὸν ὁ ῥήτωρ ὑπὸ τῶν τελωνῶν ἀγόμενον πρὸς τὸ μετοίκιον ἀφείλετο καὶ τοῖς ἄγουσιν ἐπέθηκε δίκην τῆς ἀσελγείας, λέγεται τοῖς παισὶν ἀπαντήσαντα τοῦ Λυκούργου «Καλήν
5γε ὑμῶν, ὦ παῖδες,» φάναι «τῷ πατρὶ χάριν ἀποδίδωμι· πάντες γὰρ αὐτὸν ἐπαινοῦσιν ἐφ’ οἷς ἔπραξε».

16

ἐνταῦθα δὲ καὶ Ἀριστοτέλης διέτριψε διὰ τὴν πρὸς Ἑρ‐ μείαν τὸν τύραννον κηδείαν. ἦν δὲ Ἑρμείας εὐνοῦχος, τρα‐ πεζίτου τινὸς οἰκέτης· γενόμενος δ’ Ἀθήνησιν ἠκροάσατο καὶ Πλάτωνος καὶ Ἀριστοτέλους· ἐπανελθὼν δὲ τῷ δεσπότῃ
5συνετυράννησε, πρῶτον ἐπιθεμένῳ τοῖς περὶ Ἀταρνέα καὶ Ἄσσον χωρίοις· ἔπειτα διεδέξατο ἐκεῖνον καὶ μετεπέμψατο τόν τε Ἀριστοτέλην καὶ Ξενοκράτην καὶ ἐπεμελήθη αὐτῶν, τῷ δ’ Ἀριστοτέλει καὶ θυγατέρα ἀδελφοῦ συνῴκισε. Μέμ‐ νων δ’ ὁ Ῥόδιος ὑπηρετῶν τότε τοῖς Πέρσαις καὶ στρατη‐
10γῶν, προσποιησάμενος φιλίαν καλεῖ πρὸς ἑαυτὸν ξενίας τε ἅμα καὶ πραγμάτων προσποιητῶν χάριν, συλλαβὼν δ’ ἀνέ‐ πεμψεν ὡς τὸν βασιλέα, κἀκεῖ κρεμασθεὶς ἀπώλετο· οἱ φι‐ λόσοφοι δ’ ἐσώθησαν φεύγοντες τὰ χωρία ἃ οἱ Πέρσαι κατ‐
έσχον.63

17

.... τὸ [δὲ ὑ]πὸ [Ξενο]κ[ράτους] | [καὶ] Ἀρ[ιστ]ο̣τέ̣[λους] ἀ[νατεθὲν——ἱ]ερόν ...

18

πέριξ ἐ|πεκράτησ[ε, φίλους δ’ ἐποιήσατο Κορίσ]κ[ο]ν καὶ Ἔ|ραστον καὶ Ἀριστοτέλ[ην καὶ Ξενοκράτην]· διὸ καὶ | πάντ[ες οὗ]τοι παρὰ [τῷ Ἑρμίᾳ π]αρῆσαν· ὕστε|ρον [δέ, ἐπεὶ] ἧκο[ν π]λ[είους κεκλη]μέν[οι], ἔδωκεν| αὐτ[οῖς
5δ]ωρεὰ[ν] τὸ. [Ἀσσίων πόλισμα]?

19

Ἤδη δὲ ὑπὸ παραλύσεως καὶ τὸ σῶμα διέφθαρτο, καὶ πρὸς Ξενοκράτην διεπέμπετο παρακαλῶν αὐτὸν ἐλθεῖν καὶ τὴν σχολὴν διαδέξασθαι.

20

φησὶ δ’ Ἕρμιππος ἐν τοῖς Βίοις ὅτι πρεσβεύοντος αὐτοῦ πρὸς Φίλιππον ὑπὲρ Ἀθηναίων σχολάρχης ἐγένετο τῆς ἐν Ἀκαδημείᾳ σχολῆς Ξενοκράτης.

21

ἀλλὰ καὶ ἐν τῇ σχολῇ νομοθετεῖν μιμούμενον Ξενοκράτην,
ὥστε κατὰ δέκα ἡμέρας ἄρχοντα ποιεῖν.64

22

ἡ δ’ Ἀκαδήμεια, τρισχιλίων δραχμῶν χωρίδιον ἐωνημένον, οἰκητήριον ἦν Πλάτωνος καὶ Ξενοκράτους καὶ Πολέμωνος αὐτόθι σχολαζόντων καὶ καταβιούντων τὸν ἅπαντα χρόνον, πλὴν μίαν ἡμέραν, ἐν ᾗ Ξενοκράτης καθ’ ἕκαστον ἔτος εἰς
5ἄστυ κατῄει Διονυσίων καινοῖς τραγῳδοῖς ἐπικοσμῶν, ὡς ἔφασαν, τὴν ἑορτήν.

23

Ξενοκράτης, Ἀγάθωνος ἢ Ἀγαθάνορος, Χαλκηδόνιος, μα‐ θητὴς καὶ διάδοχος μετὰ Σπεύσιππον Πλάτωνος· τοῦ δὲ Πολέμων, τοῦ δὲ Κράντωρ. καὶ πέμψαντος αὐτῷ τοῦ Μακε‐ δόνος Ἀλεξάνδρου χρυσοῦ τάλαντα λʹ, αὐτὸς ἀπέπεμψεν,
5εἰπών, βασιλέα δεῖσθαι χρημάτων, οὐ φιλόσοφον. ἔγραψε
περὶ τῆς Πλάτωνος πολιτείας.65

25

Ξενοκράτους. Χρημάτων αὐτῷ κομισθέντων ἀπ’ Ἀλεξάν‐ δρου, ἑστιάσας τοὺς κομίζοντας τὸν αὑτοῦ τρόπον ‘ἀπαγ‐ γείλατε‘ ἔφη ‘Ἀλεξάνδρῳ, ὅτι ἔστ’ ἂν οὕτω ζῶ, οὐ δέομαι
ταλάντων πεντήκοντα‘. τοσαῦτα γὰρ ἦν τὰ πεμφθέντα.66

27

φιλοσόφου τοίνυν ἐστιν ψυχῆς σοφίας ἐρᾶν καὶ σοφοὺς ἄνδρας θαυμάζειν μάλιστα· τοῦτο δ’ Ἀλεξάνδρῳ προσῆν ὡς οὐδενὶ τῶν βασιλέων. καὶ πῶς μὲν εἶχε πρὸς Ἀριστο‐ τέλην εἴρηται καὶ ὅτι τὸν μὲν ἁρμονικὸν Ἀνάξαρχον ἐντι‐
5μότατον τῶν φίλων ἐνόμιζε, Πύρρωνι δὲ τῷ Ἠλείῳ πρῶτον ἐντυχόντι μυρίους χρυσοῦς ἔδωκε, Ξενοκράτει δὲ τῷ Πλά‐ τωνος συνήθει πεντήκοντα τάλαντα δωρεὰν ἔπεμψεν.

28

Ξενοκράτει δὲ τῷ φιλοσόφῳ πεντήκοντα τάλαντα· πέμψας, ὡς οὐκ ἐδέξατο μὴ δεῖσθαι φήσας, ἠρώτησεν ‘εἰ μηδὲ φίλον ἔχει Ξενοκράτης· ἐμοὶ μὲν γάρ‘ ἔφη ‘μόλις ὁ Δαρείου πλοῦ‐ τος εἰς τοὺς φίλους ἤρκεσεν.‘

29

Ξενοκράτην, πεντήκοντα τάλαντα δωρεὰν Ἀλεξάνδρου πέμψαντος, ὅτι οὐκ ἔλαβε θαυμάζομεν· τὸ δὲ δοῦναι, οὔ; ἢ οὐχ ὁμοίως καταφρονεῖν χρημάτων δοκοῦμεν τὸν μὴ προ‐ σιέμενον καὶ τὸν χαριζόμενον; οὐκ ἐδεῖτο πλούτου Ξενοκρά‐
5της διὰ φιλοσοφίαν, Ἀλέξανδρος δ’ ἐδεῖτο διὰ φιλοσοφίαν, ἵνα τοιούτοις χαρίζηται.

30

Ἔφορον δὲ καὶ Ξενοκράτην καὶ Μενέδημον ἐπαινοῦσι πα‐
ραιτησαμένους τὸν Ἀλέξανδρον· ὁ δὲ Χρύσιππος ἕνεκα χρη‐ ματισμοῦ τὸν σοφὸν ἐπὶ κεφαλὴν ἐς Παντικάπαιον ὠθεῖ καὶ τὴν Σκυθῶν ἐρημίαν.67

31

λέγεται δὲ διὰ τὴν Καλλισθένους πρὸς Ἀλέξανδρον σύ‐ στασιν προσκροῦσαι τῷ βασιλεῖ· κἀκεῖνον ἐπὶ τῷ τοῦτον λυπῆσαι Ἀναξιμένην μὲν αὐξῆσαι, πέμψαι δὲ καὶ Ξενο‐ κράτει δῶρα.

32

Ἀριστοτέλην δὲ θαυμάζων ἐν ἀρχῇ καὶ ἀγαπῶν οὐχ ἧτ‐ τον, ὡς αὐτὸς ἔλεγε, τοῦ πατρός, ὡς δι’ ἐκεῖνον μὲν ζῶν, διὰ τοῦτον δὲ καλῶς ζῶν, ὕστερον ὑποπτότερον ἔσχεν, οὐχ ὥστε ποιῆσαί τι κακόν, ἀλλ’ αἱ φιλοφροσύναι τὸ σφοδρὸν
5ἐκεῖνο καὶ στερκτικὸν οὐκ ἔχουσαι πρὸς αὐτὸν ἀλλοτριό‐ τητος ἐγένοντο τεκμήριον. Ὁ μέντοι πρὸς φιλοσοφίαν ἐμ‐ πεφυκὼς καὶ συντεθραμμένος ἀπ’ ἀρχῆς αὐτῷ ζῆλος καὶ πόθος οὐκ ἐξερρύη τῆς ψυχῆς, ὡς ἡ περὶ Ἀνάξαρχόν τε τιμὴ καὶ τὰ πεμφθέντα Ξενοκράτει πεντήκοντα τάλαντα
10καὶ Δάνδαμις καὶ Καλανὸς οὕτω σπουδασθέντες μαρτυροῦσι.

33

Πλάτων δὲ τῶν ἑταίρων ἐξαπέστειλεν Ἀρκάσι μὲν Ἀρι‐ στώνυμον διακοσμήσοντα τὴν πολιτείαν, Ἠλείοις δὲ Φορ‐ μίωνα, Μενέδημον δὲ Πυρραίοις. Εὔδοξος δὲ Κνιδίοις καὶ Ἀριστοτέλης Σταγειρίταις, Πλάτωνος ὄντες συνήθεις, νό‐
5μους ἔγραψαν· παρὰ δὲ Ξενοκράτους Ἀλέξανδρος ὑποθήκας ᾔτησε περὶ βασιλείας· ὁ δὲ πεμφθεὶς πρὸς Ἀλέξανδρον ὑπὸ τῶν ἐν Ἀσίᾳ κατοικούντων Ἑλλήνων καὶ μάλιστα δια‐ καύσας καὶ παροξύνας ἅψασθαι τοῦ πρὸς τοὺς βαρβάρους
πολέμου Δήλιος ἦν Ἐφέσιος, ἑταῖρος Πλάτωνος.68

34

μᾶλλον οὖν, ὡς Ξενοκράτης ἔλεγε ‘τοῦ μὲν οὖν φίλον Ἀλέ‐ ξανδρον ἔχειν ἕνεκα μηδ’ ἂν τὸν δάκτυλον κινῆσαι, τοῦ δὲ μὴ ἐχθρὸν πάντα ἂν πρᾶξαι.‘

35

Ὡς οὖν ἐπανῆλθεν ὁ Φωκίων εἰς τὸ ἄστυ καὶ τοῖς Ἀθηναίοις ταῦτα ἔδοξεν ὑπ’ ἀνάγκης, αὖθις εἰς Θήβας ἐβάδιζε μετὰ τῶν ἄλλων πρέσβεων, Ξενοκράτην τὸν φιλό‐ σοφον τῶν Ἀθηναίων προσελομένων. Τοσοῦτον γὰρ ἦν
5ἀξίωμα τῆς ἀρετῆς τοῦ Ξενοκράτους καὶ δόξα καὶ λόγος παρὰ πᾶσιν, ὥστε οἴεσθαι μήτε ὕβριν εἷναι μήτε ὠμότητα μήτε θυμὸν ἐν ἀνθρωπίνῃ ψυχῇ φυόμενον, ᾧ Ξενοκράτους μόνον ὀφθέντος οὐκ ἂν αἰδοῦς τι καὶ τιμῆς ἐγγένοιτο πρὸς αὐτόν. Ἀπέβη δὲ τοὐναντίον ἀγνωμοσύνῃ τινὶ καὶ μισαγα‐
10θίᾳ τοῦ Ἀντιπάτρου. Πρῶτον μὲν γὰρ οὐκ ἠσπάσατο τὸν Ξενοκράτην τοὺς ἄλλους δεξιωσάμενος· ἐφ’ ᾧ φασιν εἰπεῖν ἐκεῖνον, ὡς Ἀντίπατρος καλῶς ποιεῖ μόνον αὐτὸν αἰσχυνό‐ μενος ἐφ’ οἷς ἀγνωμονεῖν μέλλει πρὸς τὴν πόλιν· ἔπειτα λέ‐ γειν ἀρξάμενον οὐχ ὑπομένων, ἀλλ’ ἀντικρούων καὶ δυσκο‐
15λαίνων ἐποίησεν ἀποσιωπῆσαι. Τῶν δὲ περὶ τὸν Φωκίωνα διαλεχθέντων ἀπεκρίνατο φιλίαν ἔσεσθαι τοῖς Ἀθηναίοις καὶ συμμαχίαν ἐκδοῦσι μὲν τοὺς περὶ Δημοσθένην καὶ Ὑπερείδην, πολιτευομένοις δὲ τὴν πάτριον ἀπὸ τιμημάτων πολιτείαν, δεξαμένοις δὲ φρουρὰν εἰς τὴν Μουνυχίαν, ἔτι
20δὲ χρήματα τοῦ πολέμου καὶ ζημίαν προσεκτίσασιν. Οἱ μὲν οὖν ἄλλοι πρέσβεις ἠγάπησαν ὡς φιλανθρώπους τὰς δια‐ λύσεις πλὴν τοῦ Ξενοκράτους· ἔφη γὰρ ὡς μὲν δούλοις
μετρίως κεχρῆσθαι τὸν Ἀντίπατρον, ὡς δὲ ἐλευθέροις βαρέως.69

36

Ὁρῶν δὲ τὸν Ξενοκράτην τελοῦντα τὸ μετοίκιον ἐβούλετο γράψαι πολίτην· ὁ δὲ ἀπεῖπε, φήσας οὐκ ἂν μετασχεῖν ταύτης τῆς πολιτείας, περὶ ἧς ἐπρέσβευεν, ἵνα μὴ γένηται.

37

[τὸ δὲ τοὺς] | ἀρξα[μ]έ̣[νους] ἀ[πὸ τοῦ] | δύνασθ[αι σιω]πᾶν, ὡς | παρὰ Ξενοκράτει, μο|νωτάτους καὶ λέγειν | εἰδέναι—ταυτοῦ γὰρ ἑ|κάτερον εἶναι—τίνι προ[σ]|έχο[ν]‐ τες, ὧ̣ πρὸς θεῶν, | πιστεύσωμεν, εἰ μὴ τῶι | Ξενοκράτει
5οὕτως | ἐπ’ Ἀντιπά[τ]ρου καὶ τῶν | συνέδρων διαλεχθῆ|‐ να[ι, καθά]π[ερ ὁ] Φαληρεὺς σο[φιστὴς] ἐν τ]ῶι π[ερὶ ῥητορικῆς φησι; μ]ᾶλλον | [δέ ...]

38

κεχειροτονημένους | [διαψη]φ̣ίσασθαι λέγειν αὐτὸν | [ἐν πρώ]τοις καὶ διὰ τὴν ἡλι|[κίαν καὶ] διὰ τὴν περὶ τοὺς λό|[γους ἄσκ]ησιν· τὸν δὲ Ξενο|[κράτην, ὡς] εἰώθει διαπε‐| [ραίνεσθαι] πρὸς θέσιν ἐν Ἀ|[καδημείαι], τὸν αὐτὸν
5τρό|[πον διεξέρχ]εσθαι καὶ τὸ[ν] | [λόγον πρὸς τὸ]ν Ἀντίπα|[τρον ὑπὲρ τῆς πόλεως, οὐ δε]ξαμέ|[νου δὲ ἀπο‐
τυχεῖν. οὕ]τως λέ|γεται ...70

39

νυνεὶ καὶ δημ[η]γοροῦ|σιν οὐ ῥήτορες μόνον, | ἀλλὰ καὶ φιλόσοφοι, φο|βοῦμαι δὲ μὴ καὶ πλείου[ς] | ἐκείνων οὗτοι. καὶ γ̣ὰ[ρ] | οἵους οἴονται κα[ὶ] ἀρ[ι]|θμοῦσιν ὡς ῥήτορας, [ἔ]|νιοι φιλοσόφους ἀποφ[αί]|νουσιν. Ξενοκράτης | δ’ εἴπερ
5ἀληθεύει Δημή|τριος, καὶ διὰ τὸ μὴ ῥή|τωρ εἷναι καὶ Θεο‐ φράς|[του γν]ώριμος ..ΛΠΕ.. ψεύδετ’ αὐτοῦ φ[ανερ]ό̣ν, | ἐπί τε τοῦ παρ’ Ἀντιπά|[τρωι συνε]δρίου κατη̣[γο—] [Break in Text (point at which text breaks off for an unknown length)]

40

Ξενοκράτης δὲ καίπερ αὐστηρὸς ὢν τὸν τρόπον ὅμως ὑπὸ δυσωπίας ἐκάμφθη, καὶ συνέστησε Πολυσπέρχοντι δι’ ἐπι‐ στολῆς ἄνθρωπον οὐ χρηστόν, ὡς τὸ ἔργον ἔδειξε· δεξιωσα‐ μένου δ’ αὐτὸν τοῦ Μαχεδόνος καὶ πυθομένου μή τινος ἔχοι
5χρείαν, ᾔτησε τάλαντον· ὁ δ’ ἐκείνῳ μὲν ἔδωκε Ξενοκράτει δ’ ἔγραψε, παραινῶν ἐπιμελέστερον τὸ λοιπὸν ἐξετάζειν οὓς συνίστησιν.

41

τοῦτ’ ἔστιν Ἀκαδήμεια, τοῦτο Ξενοκράτης; πόλλ’ ἀγαθὰ δοῖεν οἱ θεοὶ Δημητρίῳ καὶ τοῖς νομοθέταις, διότι τοὺς τὰς τῶν λόγων, ὥς φασι, δυνάμεις παραδιδόντας τοῖς νέοις
5ἐς κόρακας ἐρρίφασιν ἐκ τῆς Ἀττικῆς.

42

ὁ γοῦν Πλάτων ἔλεγε νουθετεῖν τῷ βίῳ τὸν Σπεύσιππον,
ὥσπερ ἀμέλει καὶ Πολέμωνα Ξενοκράτης ὀφθεὶς μόνον ἐν τῇ διατριβῇ καὶ ἀποβλέψας πρὸς αὐτὸν ἐτρέψατο καὶ με‐ τέθηκεν.71

43

Πολέμων Φιλοστράτου μὲν ἦν υἱός, Ἀθηναῖος τῶν δήμων Οἴηθεν. νέος δ’ ὢν ἀκόλαστός τε καὶ διακεχυμένος ἦν οὕτως ὥστε καὶ περιφέρειν ἀργύριον πρὸς τὰς ἑτοίμους λύσεις τῶν ἐπιθυμιῶν ... καί ποτε συνθέμενος τοῖς νέοις μεθύων καὶ
5ἐστεφανωμένος εἰς τὴν Ξενοκράτους ᾖξε σχολήν· ὁ δὲ οὐδὲν διατραπεὶς εἶρε τὸν λόγον ὁμοίως· ἧν δὲ περὶ σωφροσύνης. ἀκούων δὴ τὸ μειράκιον κατ’ ὀλίγον ἐθηράθη καὶ οὕτως ἐγένετο φιλόπονος ὡς ὑπερβάλλεσθαι τοὺς ἄλλους καὶ αὐτὸν διαδέξασθαι τὴν σχολὴν ... ἐῴκει δὴ ὁ Πολέμων κατὰ
10πάντα ἐζηλωκέναι τὸν Ξενοκράτην· καὶ ἐρασθῆναι αὐτοῦ φησιν Ἀρίστιππος ἐν τῷ τετάρτῳ Περὶ παλαιᾶς τρυφῆς. ἀεὶ γοῦν ἐμέμνητο ὁ Πολέμων αὐτοῦ, τήν τ’ ἀκακίαν καὶ τὸν αὐχμὸν ἐνεδέδυτο τἀνδρὸς καὶ τὸ βάρος οἱονεὶ Δώριός
τις οἰκονομία.72

46

Διὰ τοῦτο καὶ Πολέμωνος ἥψαντο οἱ λόγοι οἱ Ξενοκράτους ὡς φιλοκάλου νεανίσκου· εἰσῆλθεν γὰρ ἔχων ἐναύσματα τῆς περὶ τὸ καλὸν σπουδὴς, ἀλλαχοῦ δ’ αὐτὸ ζητῶν.

47a

Δημήτριος δέ φησιν ὁ Μάγνης καὶ Ξενοκράτους αὐτὸν (sc.
τὸν Ἐπίκουρον) ἀκοῦσαι.73

49

Ξενοκράτης ὁ Χαλκηδόνιος καὶ Σπεύσιππος ὁ Ἀκαδημαικὸς καὶ Ἀριστοτέλης βασιλικοὺς νόμους ἔγραψε.

50

τοῦ γοῦν Ξενοκράτους ἐν Ἀκαδημείᾳ καὶ πάλιν Ἀριστοτέ‐ λους συμποτικοί τινες ἦσαν νόμοι.

52

καὶ Πλάτων ἕπεται τῷ Ἡσιόδῳ, καὶ Ξενοκράτης καὶ Λυ‐ κοῦργος πρὸ τούτων· οἳ πάντες ᾤοντο δεῖν ἕνα κληρονόμον καταλιπεῖν· καὶ τοῦτα ἦν τὸ ὑπὸ Ἡσιόδου λεγόμενον.

53

ἐμνήσθην δὲ τρίτην ἡμέραν διαλεγόμενος περὶ Ξενοκράτους, καὶ ὅτι Ἀθηναῖοι τῷ ζῶντα τὸν κριὸν ἐκδείραντι δίκην ἐπέθηκαν· οὐκ ἔστι δέ, οἶμαι, χείρων ὁ ζῶντα βασανίζων
τοῦ παραιρουμένου τὸ ζῆν καὶ φονεύοντος.74

54

Εὐδαμίδας ἰδὼν ἐν Ἀκαδημείᾳ Ξενοκράτην πρεσβύτερον ἤδη μετὰ τῶν μαθητῶν φιλοσοφοῦντα καὶ πυθόμενος ὅτι τὴν ἀρετὴν ζητεῖ, ‘πότε οὖν‘ εἶπεν ‘αὐτῇ χρήσεται;‘

55

Εὐδαμίδας ὁ Ἀρχιδάμου, ἀδελφὸς δὲ Ἄγιδος, ἰδὼν Ξενο‐ κράτην ἐν Ἀκαδημείᾳ πρεσβύτερον ἤδη μετὰ τῶν γνωρί‐ μων φιλοσοφοῦντα, ἐπύθετο τίς ὁ πρεσβύτης· φαμένου δέ τινος ὅτι σοφὸς ἀνὴρ καὶ τῶν ζητούντων τὴν ἀρετήν, ‘καὶ
5πότε‘ ἔφη ‘χρήσεται αὐτῇ, ἐὰν ἄρτι ζητῇ;‘ .... Τὴν θέσιν δὲ Ξενοκράτους εἰρηκότος καὶ καταπαυομένου, παρῆν ὁ Εὐδαμίδας· ὡς δ’ εἶπέ τις τῶν μετ’ αὐτοῦ ‘ὅτε πάρεσμεν ἡμεῖς, τότε πέπαυται·‘ ‘καλῶς γε‘ ἔφη ‘εἴπερ ἤδη ἔλεξε ταῦτα ἃ ἔχρῃζε·‘ τοῦ δ’ εἰπόντος ‘καλὸν ἦν ἀκοῦσαι·‘ ‘ᾗ
10καὶ πρὸς δεδειπνηκότα μολόντεσ‘ εἶπεν ‘ἠξιοῦμεν πάλιν αὐτὸν δειπνεῖν;‘

56

Ξενοκράτης νέον φιλοσοφεῖν βουλόμενον ἤρετο εἰ γεγεωμέ‐ τρηκε· τοῦ δ’ ἀποφήσαντος, ἀλλ’ εἰ ἠστρονόμηκε· καὶ τοῦτο ἀπειπόντος, ἀλλ’ εἰ τὰ τῶν ποιητῶν ἀνέγνωκεν· ὃ δὲ καὶ τοῦτο ἔξαρνος ἦν· ἄλλως δὲ εἰ γράμματα οἶδεν· οὐδὲ ταῦτα
5ἔφη ἐκεῖνος εἰδέναι· πόκος τοίνυν, εἶπεν ὁ Ξενοκράτης, ὑπὸ γναφέως οὐ πλύνεται.

57

Ξενοκράτης, ὁπότε τις αὐτῷ σχολάζειν ἤθελεν οὐδενὸς τῶν ἐγκυκλίων μαθημάτων μετειληφώς· ἄπιθι, εἷπε, λαβὰς οὐκ ἔχεις πρὸς φιλοσοφίαν· δεῖ γὰρ προμεμαλάχθαι διὰ τούτων
τὴν ψυχήν.75

58

ὁ μὲν γὰρ Ξενοκράτης ἐρόμενος τὸν παρ’ αὐτῷ φιλοσοφεῖν νέον βουλόμενον εἰ γεγεωμέτρηκεν, εἰ μουσικῆς ἀπακήκοεν, ὡς οὐκ ἔφη, ἀπιέναι πάλιν αὐτὸν ἐκέλευσεν, οὐκ ἔχειν γὰρ λαβὰς πρὸς φιλοσοφίαν.

59

Ξενοκράτην δὲ τὸν φιλόσοφον λέγουσι βουλομένου τινὸς ἀγραμματικεύτου φιλοσοφεῖν εἰπεῖν· ἄπιθι· λαβὰς γὰρ οὐδὲ ὦτα ἔχεις.

60

οὐ γὰρ οὕτω τὰ μαθήματα φαίη τις ἄν, ὡς ἔλεγε Ξενο‐ κράτης, λαβὰς εἶναι φιλοσοφίας, ὡς τὰ πάθη τῶν νέων.

62

Ξενοκράτους. Ξενοκράτης διαιρῶν ἕκαστον μέρος τῆς ἡμέρας εἰς πρᾶξίν
τινα καὶ τῇ σιωπῇ μέρος ἀπένεμεν.76

63

τὸ τοῦ Ξενοκράτους ἔχωμεν πρόχειρον, ὃς ἔφη μηδὲν διαφέ‐ ρειν τοὺς πόδας ἢ τοὺς ὀφθαλμοὺς εἰς ἀλλοτρίαν οἰκίαν τιθέναι· οὔτε γὰρ δίκαιον οὔτε καλόν, ἀλλ’ οὐδ’ ἡδὺ τὸ θέαμα.

64

Ξενοκράτης ὁ Πλάτωνος ἑταῖρος ἔλεγε μηδὲν διαφέρειν ἢ τοὺς πόδας ἢ τοὺς ὀφθαλμοὺς εἰς ἀλλοτρίαν οἰκίαν τιθέναι· ἐν ταὐτῷ γὰρ ἁμαρτάνειν τόν τε ἐς ἃ μὴ δεῖ χωρία βλέ‐ ποντα καὶ ἐς οὓς μὴ δεῖ τόπους παριόντα.

65

διὸ καὶ Ξενοκράτης τοῖς παισὶ μᾶλλον ἢ τοῖς ἀθληταῖς ἐκέλευε περιάπτειν ἀμφωτίδας, ὡς ἐκείνων μὲν τὰ ὦτα ταῖς πληγαῖς, τούτων δὲ τοῖς λόγοις τὰ ἤθη διαστρεφομέ‐ νων, οὐκ ἀνηκοΐαν οὐδὲ κωφότητα προμνώμενος, ἀλλὰ τῶν
5λόγων τοὺς φαύλους φυλάττεσθαι παραινῶν, πρὶν ἑτέρους χρηστούς, ὥσπερ φύλακας ἐντραφέντας ὑπὸ φιλοσοφίας τῷ ἤθει, τὴν μάλιστα κινουμένην αὐτοῦ καὶ ἀναπειθομένην χώραν κατασχεῖν.

66

οὐ γὰρ ἀμφωτίδας γε περιθήσει τὰς Ξενοκράτους ἡμῖν.

67

τί χρὴ περὶ τῆς ἀνδρείας Διογένους λέγειν, τῆς πραότητος Ξενοκράτους, ... Πλάτωνος σεμνότητος, Πολέμωνος ἐγκρα‐
τείας ...;77

68

διὸ καὶ Ἀριστοτέλης Ξενοκράτην τὸν Καλχηδόνιον σκώπ‐ των, ὅτι οὐρῶν οὐ προσῆγε τὴν χεῖρα τῷ αἰδοίῳ, ἔλεγε χεῖρες μὲν ἁγναί, φρὴν δ’ ἔχει μίασμά τι.

69

δεινὸς γὰρ ὁ τῦφος παραλογιστὴς καί, ὅτε δοκεῖς μάλιστα περὶ τὰ σπουδαῖα καταγίνεσθαι, τότε μάλιστα καταγοη‐ τεύῃ. ὅρα γοῦν, ὁ Κράτης τί περὶ αὐτοῦ τοῦ Ξενοκράτους λέγει.

70

δεινὴ δὲ ὅμως ἡ προσποίησις. ἥ τε γὰρ ὀφρῦς βαβαὶ τῆς ἀνατάσεως εἰς ὅσον ἦρται, καὶ ἡ χεὶρ ὑπερείδει τὸ γένειον, τά τε ἄλλα σεμνοπροσωποῦσιν ὑπὲρ τὰς Ξενοκράτους εἰ‐ κόνας.

71

ἀλλὰ καὶ εἰκόνας ἀγαθῶν τινες σέβονται, καὶ ὑπ’ αὐταῖς ὀκνοῦσί τινα πονηρὰν πρᾶξιν πρᾶξαι, ὡς ἡ μὴ προσιεμένη τὸν ἐραστὴν ἑταίρα δρᾶσαί τι ἄσχημον ὑπὸ τῇ Ξενοκράτους εἰκόνι τοῦ σώφρονος.

72

Σπεύσιππος δὲ Πλάτωνα διαδέχεται, τοῦτον δὲ Ξενοκράτης,
ὃν Πολέμων.78

77

Ἐπὶ μὲν τοίνυν Σπεύσιππον τὸν Πλάτωνος μὲν ἀδελφιδοῦν, Ξενοκράτην δὲ τὸν διάδοχον τοῦ Σπευσίππου. Πολέμωνα δὲ τὸν ἐκδεξάμενον τὴν σχολὴν παρὰ Ξενοκράτους, ἀεὶ τὸ ἦθος διετείνετο τῶν δογμάτων σχεδόν τι ταυτὸν,
5ἕνεκά γε τῆς μήπω ἐποχῆς ταυτησὶ τῆς πολυθρυλήτου τε καὶ εἰ δή τινων τοιούτων ἄλλων. ἐπεὶ εἴς γε τὰ ἄλλα πολλαχῆ παραλύοντες, τὰ δὲ στρεβλοῦντες, οὐκ ἐνέμειναν τῇ πρώτῃ διαδοχῇ· ἀρξάμενοι δὲ ἀπ’ ἐκείνου καὶ θᾶττον καὶ βράδιον διίσταντο προαιρέσει ἢ ἀγνοίᾳ, τῇ δὲ δή τινι
10αἰτίᾳ ἄλλῃ οὐκ ἀφιλοτίμῳ ἴσως.

78

μετὰ δὲ Πλάτωνα Σπεύσιππον τὸν ἐξ ἀδελφῆς Πλάτω‐ νος, τῆς Ποτώνης, εἶτα Ξενοκράτην, ἔπειτα Πολέμωνα τὴν διατριβὴν ὑποδέξασθαι. τούτους δὲ ἀφ’ ἑστίας ἀρξαμένους εὐθὺς τὰ Πλατωνικά φασι παραλύειν, στρεβλοῦντας τὰ τῷ
5διδασκάλῳ φανέντα ξένων εἰσαγωγαῖς δογμάτων, ὥστε σοι μὴ εἰς μακρὸν ἐλπίζειν τὴν τῶν θαυμαστῶν ἐκείνων δια‐ λόγων ἰσχὺν ἀποσβῆναι, ἅμα τε τῇ τοῦ ἀνδρὸς τελευτῇ καὶ τὴν τῶν δογμάτων διαδοχὴν συναποτελευτῆσαι· κτλ.

79

πρὸς δὲ τούτοις τὸν Πλάτωνα καὶ Ἀριστοτέλη Σπεύ‐ σιππόν τε καὶ Ἀριστόξενον καὶ Ξενοκράτη, ὡς φασὶν οἱ
Πυθαγόρειοι, τὰ μὲν κάρπιμα σφετερίσασθαι διὰ βραχείας ἐπισκευῆς, τὰ δ’ ἐπιπόλαια καὶ ἐλαφρὰ καὶ ὅσα πρὸς δια‐80
5σκευὴν καὶ χλευασμὸν τοῦ διδασκαλείου ὑπὸ τῶν βασκάνως ὕστερον συκοφαντούντων προβάλλεται συναγαγεῖν καὶ ὡς ἴδια τῆς αἱρέσεως καταχωρίσαι.

81

μόνοις καὶ οὐδὲ τούτοις ἅπασιν ἤρεσαν, ἀλλὰ Πλάτωνι μὲν Σωκράτης καὶ Ξενοκράτει Πλάτων, Ἀριστοτέλης δὲ Θεοφράστῳ καὶ Κλεάνθει Ζήνων, οἳ τοὺς ἰδίους μόνον αἱρε‐ τιστὰς ἔπεισαν· ὁ δέ γε τοῦ διδασκάλου τοῦ ἡμετέρου λόγος
5οὐκ ἔμεινεν ἐν Ἰουδαίᾳ μόνῃ, καθάπερ ἐν τῇ Ἑλλάδι ἡ φιλοσοφία, κτλ.

82

Πλὴν οὗτοι μὲν ἐλλιπῶς ἀνεστράφθαι δοκοῦσιν, ἐντελέστε‐
ρον δὲ παρὰ τούτους οἱ εἰπόντες τῆς φιλοσοφίας τὸ μέν τι εἶναι φυσικὸν τὸ δὲ ἠθικὸν τὸ δὲ λογικόν· ὧν δυνάμει μὲν Πλάτων ἐστὶν ἀρχηγός, περὶ πολλῶν μὲν φυσικῶν [περὶ]81
5πολλῶν δὲ ἠθικῶν οὐκ ὀλίγων δὲ λογικῶν διαλεχθείς· ῥητό‐ τατα δὲ οἱ περὶ τὸν Ξενοκράτην καὶ οἱ ἀπὸ τοῦ περιπάτου ἔτι δὲ οἱ ἀπὸ τῆς στοᾶς ἔχονται τῆσδε τῆς διαιρέσεως.

83

Ξενοκράτης δὲ τρεῖς φησὶν οὐσίας εἶναι, τὴν μὲν αἰσθητὴν τὴν δὲ νοητὴν τὴν δὲ σύνθετον καὶ δοξαστήν, ὧν αἰσθη‐ τὴν μὲν εἶναι τὴν ἐντὸς οὐρανοῦ, νοητὴν δὲ 〈τὴν〉 πάντων τῶν ἐκτὸς οὐρανοῦ, δοξαστὴν δὲ καὶ σύνθετον τὴν αὐτοῦ
5τοῦ οὐρανοῦ· ὁρατὴ μὲν γάρ ἐστι τῇ αἰσθήσει, νοητὴ δὲ δι’ ἀστρολογίας. τούτων μέντοι τοῦτον ἐχόντων τὸν τρόπον, τῆς μὲν ἐκτὸς οὐρανοῦ καὶ νοητῆς οὐσίας κριτήριον ἀπεφαί‐ νετο τὴν ἐπιστήμην, τῆς δὲ ἐντὸς οὐρανοῦ καὶ αἰσθητῆς τὴν αἴσθησιν, τῆς δὲ μικτῆς τὴν δόξαν· καὶ τούτων κοινῶς
10τὸ μὲν διὰ τοῦ ἐπιστημονικοῦ λόγου κριτήριον βέβαιόν τε ὑπάρχειν καὶ ἀληθές, τὸ δὲ διὰ τῆς αἰσθήσεως ἀληθὲς μέν, οὐχ οὕτω δὲ ὡς τὸ διὰ τοῦ ἐπιστημονικοῦ λόγου, τὸ δὲ σύνθετον κοινὸν ἀληθοῦς τε καὶ ψευδοῦς ὑπάρχειν· τῆς γὰρ δόξης τὴν μέν τινα ἀληθῆ εἶναι τὴν δὲ ψευδῆ. ὅθεν καὶ
15τρεῖς μοίρας παραδεδόσθαι, Ἄτροπον μὲν τὴν τῶν νοητῶν, ἀμετάθετον οὖσαν, Κλωθὼ δὲ τὴν τῶν αἰσθητῶν, Λάχεσιν δὲ τὴν τῶν δοξαστῶν.

84

οὐκ ἔστι δὲ τὸ δὶς φθέγξασθαι ταὐτὸν ὄνομα τῶν ἀτόπων, ἀλλὰ τὸ πλεονάκις περί τινος τὸ αὐτὸ κατηγορῆσαι, οἷον ὡς Ξενοκράτης τὴν φρόνησιν ὁριστικὴν καὶ θεωρητικὴν τῶν
ὄντων φησὶν εἶναι.82

85

καὶ τίθησι τούτου παράδειγμα τὸν ὑπὸ Ξενοκράτους ἀπο‐ δοθέντα ὁρισμὸν τῆς φρονήσεως λέγοντος ‘φρόνησίς ἐστιν ὁριστικὴ καὶ θεωρητικὴ τῶν ὄντων‘ κτλ.

87

Γράφει δὲ καὶ Ἡρακλείδης περὶ τούτων ἐν τῇ Μουσικῇ εἰσαγωγῇ ταῦτα· «Πυθαγόρας, ὥς φησι Ξενοκράτης, εὕρισκε καὶ τὰ ἐν μουσικῇ διαστήματα οὐ χωρὶς ἀριθμοῦ τὴν γένεσιν ἔχοντα· ἔστι γὰρ σύγκρισις ποσοῦ πρὸς ποσόν.
5ἐσκοπεῖτο τοίνυν, τίνος συμβαίνοντος τά τε σύμφωνα γίνεται διαστήματα καὶ τὰ διάφωνα καὶ πᾶν ἡρμοσμένον καὶ ἀνάρμοστον. καὶ ἀνελθὼν ἐπὶ τὴν γένεσιν τῆς φωνῆς ἔφη· «ὡσεὶ μέλλει τι ἐκ τῆς ἰσότητος σύμφωνον ἀκουσθή‐ σεσθαι, κίνησιν δεῖ τινα γενέσθαι.» ἡ δὲ κίνησις οὐκ ἄνευ
10ἀριθμοῦ γίνεται, ὁ δ’ ἀριθμὸς οὐκ ἄνευ ποσότητος. κινήσεως δέ φησιν εἴδη δύο· τὸ μὲν φορά, τὸ δ’ ἀλλοίωσις. καὶ φορᾶς μὲν εἴδη δύο· ἡ μὲν ἐν κύκλῳ, ἡ δ’ ἐπ’ εὐθύ. καὶ τῆς μὲν ἐν κύκλῳ ἡ μὲν εἰς τόπον ἐκ τόπου φέρεται ὡς ὁ ἥλιος καὶ ἡ σε‐ λήνη καὶ τὰ ἄλλα ἄστρα, ἡ δ’ ἐν τόπῳ μένοντι ὡς οἱ
15κινούμενοι κῶνοι καὶ σφαῖραι περὶ τὸν ἴδιον ἄξονα. τῆς δ’ εἰς εὐθὺ φορᾶς πλείονά ἐστιν εἴδη, περὶ ὧν οὐκ ἀναγκαῖον νῦν λέγειν. ὑποκείσθω οὖν φησιν, ὅτι ἔστι τις φορὰ ἡ περὶ τοὺς φθόγγους 〈εἰσ〉 τόπον ἐκ τόπου, εἰς εὐθὺ ἐπὶ τὸ τῆς
ἀκοῆς αἰσθητήριον φερομένη. πληγῆς γὰρ ἔξωθεν προσγε‐83
20νομένης ἀπὸ τῆς πληγῆς φωνὴ φέρεταί τις, μέχρις ἂν εἰς τὸ τῆς ἀκοῆς ἀφίκηται αἰσθητήριον. ὑφικομένη δ’ ἐκίνησε τὴν ἀκοὴν καὶ αἴσθησιν ἐνεποίησεν. ἡ πληγὴ δέ φησιν ἐν οὐδενὶ χρόνῳ ἐστὶν ἀλλ’ ἐν ὅρῳ χρόνου τοῦ παρεληλυθό‐ τος καὶ τοῦ μέλλοντος. οὔτε γὰρ ὅτε προσφέρει τις προσκρού‐
25σων, τότ’ ἐγεννήθη πληγή, οὔθ’ ὅτε πέπαυται, ἀλλ’ ἐν τῷ μεταξὺ τοῦ τε μέλλοντος χρόνου καὶ τοῦ παρεληλυθότος ἐστὶν ἡ πληγὴ οἱονεὶ τομή τις τοῦ χρόνου καὶ διορισμός. καθάπερ γάρ φησιν εἰ γραμμὴ τέμνοι τὸ ἐπίπεδον, ἐν οὐδε‐ τέρῳ ἐπιπέδῳ ἐστὶν ἡ γραμμή, ἀλλ’ ὅρος ἀμφοτέρων ἐστὶ
30τῶν ἐπιπέδων ἡ γραμμή. οὕτω καὶ ἡ πληγὴ οὖσα κατὰ τὸ νῦν ἐν οὐδετέρῳ τῶν χρόνων ἐστὶ τοῦ παρεληλυθότος καὶ μέλλοντος. φαίνεται δέ φησιν ἡ πληγὴ ἐν χρόνῳ τινὶ γινομένη ἀνεπαισθήτῳ διὰ τὴν τῆς ἀκοῆς ἀσθένειαν, κα‐ θάπερ καὶ ἐπὶ τῆς ὄψεως ὁρῶμεν γινόμενον. πολλάκις γὰρ
35κώνου κινουμένου, στιγμῆς ἐπούσης μιᾶς ἐπὶ τοῦ κώνου λευ‐ κῆς ἢ μελαίνης, φαίνεσθαι συμβαίνει κύκλον ἐπὶ τοῦ κώνου ὁμόχρουν τῇ στιγμῇ· καὶ πάλιν γραμμῆς μόνης ἐπούσης λευκῆς ἢ μελαίνης τοῦ κώνου κινουμένου, τὴν σύμπασαν ἐπιφάνειαν συμβαίνει τὴν τοιαύτην φαίνεσθαι, οἷον ἂν εἴη
40καὶ τὸ τῆς γραμμῆς χρῶμα, καθ’ ὃ μέρος οὐδ’ ἓν ἡ στιγμὴ τοῦ κύκλου φαίνεται οὐδ’ ἓν ἡ γραμμὴ τῆς ἐπιφανείας ἀλλ’ ἡ ὄψις τὸ τοιοῦτον διακριβοῦν οὐ δύναται. φησὶ δὲ τὸ τοιοῦτο καὶ περὶ τὴν ἀκοὴν γίνεσθαι. καὶ μᾶλλον ἐν τα‐ ράχῳ ἐστὶν ἡ ἀκοὴ ἤπερ ἡ ὄψις. εἰ γάρ τις φησὶ χορδὴν
45κατατείνας καὶ κρούσας ἐάσῃ αὐτὴν ἀπηχεῖν, συμβήσεταί τινων μὲν ἀκηκοέναι φθόγγων, τὴν δ’ ἔτι κινεῖσθαι σειομέ‐ νην καὶ ἐπὶ τὸν αὐτὸν τόπον ἀνακάμψεις ποιεῖσθαι, ὥστε τῇ μὲν ὄψει τὴν κίνησιν τῆς χορδῆς φανερὰν μᾶλλον ἢ τῇ ἀκοῇ γίνεσθαι. καθ’ ἑκάστην δὲ πρόσκρουσιν τοῦ ἀέρος

87

(50)

τυπτομένου ὑπ’ αὐτῆς ἀναγκαῖον ἔσται μᾶλλον ἀεὶ καὶ μᾶλλον τῇ ἀκοῇ προσπίπτειν τινὰ ἦχον. εἰ δὲ τοῦτό φησιν, οὕτως ἔχει, φανερὸν ὅτι ἑκάστη τῶν χορδῶν πλείους προΐε‐ ται φθόγγους. εἰ οὖν ἕκαστος φθόγγος ἐν τῇ πληγῇ γίνεται, πληγὴν δ’ εἶναι συμβέβηκεν οὐκ ἐν χρόνῳ ἀλλ’ ἐν ὅρῳ
55χρόνου, δῆλον ὅτι ἀνὰ μέσον τῶν κατὰ φθόγγους πληγῶν σιωπαὶ ἂν εἴησαν ἐν χρόνῳ ὑπάρχουσαι. ἡ δ’ ἀκοὴ τῶν μὲν σιγῶν οὐ συναισθάνεται διὰ τὸ μὴ εἶναι κινητικὰς τῆς ἀκοῆς, ἀλλὰ καὶ ἅμα τὰ διαστήματα μικρὰ ὄντα καὶ ἀκα‐ τάληπτα τυγχάνειν. συνεχεῖς δ’ ὄντες οἱ φθόγγοι ἑνὸς ἤχου84
60ποιοῦνται φαντασίαν παρεκτεινομένου ἐπὶ ποσόν τινα χρόνον.» «Θεωρῶν οὖν τὰς αἰσθήσεις μὴ ἑστώσας ἀλλ’ ἐν ταράχῳ οὔσας καὶ τὸ ἀκριβὲς μὴ καταλαμβανούσας ἐπειράθη λόγῳ τινὶ ἑστῶτι συνιδεῖν τὴν τῶν φθόγγων ἁρμογήν. ἐπεὶ γὰρ
65τῶν φωνῶν αἱ μέν εἰσιν ἐκμελεῖς, αἱ δ’ ἐμμελεῖς· ἐκμελεῖς μὲν ὁπόσαι τραχύνουσι τὴν αἴσθησιν ἡμῶν ἢ ἀνομάλως κινοῦσι· καθάπερ ὄσφρησιν τὰ δυσώδη καὶ ὄψιν τὰ τοῦ αὐτοῦ γένους ὁρατά, οὕτω δὴ καὶ ἀκοὴν πάντα τὰ τραχέα καὶ ἐστερημένα τοῦ προσηνοῦς. ἐμμελεῖς δ’ εἰσὶ φωναὶ αἱ
70προσηνεῖς τε καὶ λεῖαι. δείκνυται δ’ ὅτι πᾶσα φωνὴ κατ’ ἀριθμὸν κινεῖται· καὶ ἔστι κοινὸν μὲν αὐτῆς ἡ κατ’ ἀριθμὸν κίνησις, ἴδιον δὲ τῆς μὲν τὸ ἐκμελές, τῆς δὲ τὸ ἐμμελές. σκοπεῖν οὖν χρή, τίνος προσγενομένου τοῖς ἀριθμοῖς τὸ τοιοῦτον ἐπισυμβαίνει ταῖς φωναῖς. ἐπεὶ οὖν συμφωνεῖ τοῖς
75ἀριθμοῖς οὐδ’ ἄλλο, ἢ ὁ λόγος· λόγου ἄρα προσγενομένου τῇ τῶν φωνῶν κινήσει γίνεται τὸ ἐμμελές. καὶ οὕτως ἄν τις ἐπιδείξειε παρὰ τὴν τοῦ λόγου αἰτίαν συμβαῖνον τὸ εἰρημένον.»

88

Διὰ τοῦτο γὰρ καὶ ἐπιτιμᾶν τινας εὐλόγως Ξενοκράτει, ὅτι ἐγχειρήσας ὑπὲρ τῶν διαλεκτικῶν πραγματεύσασθαι ἀπὸ φωνῆς ἄρχεται, οὐδὲν οἰομένους εἶναι πρὸς τὰ διαλεκ‐ τικὰ τὸν τῆς φωνῆς ἀφορισμόν, ὅτι ἐστὶν ἀέρος κίνησις,
5οὐδὲ τὴν μετὰ ταῦτα διαίρεσιν, ὅτι ἐστὶ τῆς φωνῆς τὸ μὲν τοιοῦτον, οἷον ἐκ γραμμάτων συγκεῖσθαι, τὸ δὲ τοιοῦτον, οἷον ἐκ διαστημάτων τε καὶ φθόγγων· πάντα γὰρ εἶναι ταῦτα ἀλλότρια τῆς διαλεκτικῆς.85

89

Ξενοκράτης δὲ τὸν συλλαβῶν ἀριθμόν, ὃν τὰ στοιχεῖα μιγνύμενα πρὸς ἄλληλα παρέχει, μυριάδων ἀπέφηνεν εἰκο‐ σάκις καὶ μυριάκις μυρίων.

90

Ξενοκράτης δὲ ὁ Πλάτωνος ἀκουστὴς καὶ οἱ ἀπὸ τῆς Στοᾶς φιλόσοφοι ἔλεγον ῥητορικὴν ὑπάρχειν ἐπιστήμην τοῦ εὖ λέγειν, ἄλλως μὲν Ξενοκράτους τὴν ἐπιστήμην λαμβά‐ νοντος καὶ ἀρχαϊκῷ, νόμῳ ἀντὶ τῆς τέχνης, ἄλλως δὲ τῶν
5Στωικῶν, ἀντὶ τοῦ βεβαίας ἔχειν καταλήψεις, ἐν σοφῷ μόνῳ φυομένην. τὸ δὲ λέγειν ἀμφότεροι παραλαμβάνουσιν ὡς διαφέρον τοῦ διαλέγεσθαι, ἐπειδήπερ τὸ μὲν ἐν συντομίᾳ κείμενον κἀν τῷ λαμβάνειν καὶ διδόναι λόγον διαλεκτικῆς ἐστιν ἔργον, τὸ δὲ λέγειν ἐν μήκει καὶ διεξόδῳ θεωρούμενον
10ῥητορικῆς ἐτύγχανεν ἴδιον.

91

οἱ μὲν οὖν πλεῖστοι καὶ χαρίεντες ἔσχατον οἴονται τῆς ῥητορικῆς ἔργον εἶναι τὸ πείθειν. καὶ γὰρ οἱ περὶ τὸν Πλάτωνα εἰς τοῦτο ἀπιδόντες δύναμιν εἰρήκασιν αὐτὴν τοῦ διὰ λόγων πείθειν, καὶ οἱ περὶ τὸν Ξενοκράτην πειθοῦς
5δημιουργόν.86

92*

Οἱ δὴ τοιοῦτοι λόγοι τὸ μὲν προκείμενον οὐ δεικνύουσιν, ὃ ἦν τὸ ἰδέας εἶναι, ἀλλὰ δεικνύουσι τὸ εἶναί τινα παρὰ τὰ καθ’ ἕκαστα καὶ αἰσθητά. οὐ πάντως δέ, εἴ τινα ἔστιν ἅ εἰσι παρὰ τὰ καθ’ ἕκαστα, ταῦτά εἰσιν ἰδέαι· ἔστι γὰρ
5παρὰ τὰ καθ’ ἕκαστα τὰ κοινά, ὧν φαμεν καὶ τὰς ἐπιστή‐ μας εἶναι. ἔτι τε τὸ καὶ τῶν ὑπὸ τὰς τέχνας ἰδέας εἶναι. καὶ γὰρ πᾶσα τέχνη πρὸς ἕν τι ἀναφέρει τὰ γιγνόμενα ὑπ’ αὐτῆς, καὶ ὧν εἰσιν αἱ τέχναι, ταῦτα ἔστιν, καὶ ἄλλων τινῶν παρὰ τὰ καθ’ ἕκαστά εἰσιν αἱ τέχναι. καὶ ὁ ὕστερος
10δέ, πρὸς τῷ μηδὲ οὗτος δεικνύναι τὸ εἶναι ἰδέας, καὶ ὧν οὐ βούλονται ἰδέας εἶναι κατασκευάζειν ἰδέας δόξει. Τοῦτόν φησι τὸν λόγον κατασκευάζειν ἰδέας καὶ τῶν ἀποφάσεων καὶ τῶν μὴ ὄντων. καὶ γὰρ ἡ ἀπόφασις κατὰ πολλῶν κατηγορεῖται μία καὶ ἡ αὐτὴ καὶ κατὰ μὴ ὄντων, ... τὸ
15γὰρ οὐκ ἄνθρωπος κατηγορεῖται μὲν καὶ καθ’ ἵππου καὶ κυνὸς καὶ πάντων τῶν παρὰ τὸν ἄνθρωπον, καὶ διὰ τοῦτό ἐστιν ἓν ἐπὶ πολλῶν ... ὁμοίως καὶ τῶν οὐκ ἀνθρώπων τὸ οὐκ ἄνθρωπος· ὥστε εἰσὶ καὶ τῶν ἀποφάσεων ἰδέαι. ὅπερ ἐστὶν ἄτοπον· πῶς γὰρ ἂν εἴη τοῦ μὴ εἶναι ἰδέα; Τοῦτον
20δὴ τὸν λόγον φησὶ καὶ τῶν πρός τι ἰδέας κατασκευάζειν. ἡ γοῦν δεῖξις ἡ νῦν ἐπὶ τοῦ ἴσου προῆλθεν, ὅ ἐστι τῶν πρός τι· τῶν δὲ πρός τι οὐκ ἔλεγον ἰδέας εἶναι διὰ τὸ τὰς μὲν ἰδέας καθ’ αὑτὰς ὑφεστάναι αὐτοῖς οὐσίας τινὰς οὔσας, τὰ δὲ πρός τι ἐν τῇ πρὸς ἄλληλα σχέσει τὸ εἶναι
25ἔχειν.87

93*

ἐξ ἐνίων μὲν γὰρ οὐκ ἀνάγκη γίγνεσθαι συλλογισμόν, ἐξ ἐνίων δὲ καὶ οὐχ ὧν οἰόμεθα τούτων εἴδη γίγνεται. κατά τε γὰρ τοὺς λόγους τοὺς ἐκ τῶν ἐπιστημῶν εἴδη ἔσται πάντων ὅσων ἐπιστῆμαί εἰσι, καὶ κατὰ τὸ ἓν ἐπὶ πολλῶν καὶ τῶν
5ἀποφάσεων, κατὰ δὲ τὸ νοεῖν τι φθαρέντος τῶν φθαρτῶν· φάντασμα γάρ τι τούτων ἔστιν. ἔτι δὲ οἱ ἀκριβέστεροι τῶν λόγων οἱ μὲν τῶν πρός τι ποιοῦσιν ἰδέας, ὧν οὔ φαμεν εἶναι καθ’ αὑτὸ γένος, οἱ δὲ τὸν τρίτον ἄνθρωπον λέγουσιν. ὅλως τε ἀναιροῦσιν οἱ περὶ τῶν εἰδῶν λόγοι ἃ μᾶλλον εἶναι
10βουλόμεθα [οἱ λέγοντες εἴδη] τοῦ τὰς ἰδέας εἶναι· συμ‐ βαίνει γὰρ μὴ εἶναι τὴν δυάδα πρώτην ἀλλὰ τὸν ἀριθμόν, καὶ τὸ πρός τι τοῦ καθ’ αὑτό, καὶ πάνθ’ ὅσα τινὲς ἀκολου‐ θήσαντες ταῖς περὶ τῶν ἰδεῶν δόξαις ἠναντιώθησαν ταῖς ἀρχαῖς. ἔτι κατὰ μὲν τὴν ὑπόληψιν καθ’ ἣν εἶναί φαμεν
15τὰς ἰδέας οὐ μόνον τῶν οὐσιῶν ἔσται εἴδη ἀλλὰ πολλῶν καὶ ἑτέρων ... κατὰ δὲ τὸ ἀναγκαῖον καὶ τὰς δόξας τὰς περὶ αὐτῶν, εἰ ἔστι μεθεκτὰ τὰ εἴδη, τῶν οὐσιῶν ἀναγκαῖον ἰδέας εἶναι μόνον. οὐ γὰρ κατὰ συμβεβηκὸς μετέχονται ἀλλὰ δεῖ ταύτῃ ἑκάστου μετέχειν ᾗ μὴ καθ’ ὑποκειμένου λέγεται.

94

... ταῖς δὲ ἰδέαις ἄμφω προσῆν, καὶ νοεραῖς εἶναι καὶ ἀκι‐ νήτοις κατ’ οὐσίαν, ἐν ἁγνῷ βάθρῳ τῷ καθαρῷ νῷ βεβώ‐ σαις καὶ τελειωτικαῖς τῶν δυνάμει ὄντων, καὶ εἰδοποιΐαις αἰτίαις· ὅθεν ἐπὶ ταύτας ἀναδραμὼν τὰς ἀρχὰς τούτων
5ἀνήρτησε τὴν σύμπασαν γένεσιν, καθά φησιν ὁ Ξενοκράτης, εἶναι τὴν ἰδέαν θέμενος αἰτίαν παραδειγματικὴν τῶν κατὰ φύσιν ἀεὶ συνεστώτων. οὔτε γὰρ ἐν τοῖς συναιτίοις ἄν τις αὐτὴν θείη, λέγω δέ, οἶον ὀργανικοῖς ἢ ὑλικοῖς ἢ εἰδικοῖς,
διόπερ αἰτίαν εἶναι πάντως· οὔτε τῶν αἰτίων ἐν τοῖς τελι‐88
10κοῖς ἁπλῶς ἢ ποιητικοῖς· κἂν γὰρ αὐτῷ τῷ εἶναι λέγωμεν αὐτὴν δρᾶν καὶ τέλος εἶναι τῶν γιγνομένων τὴν πρὸς αὐτὴν ὁμοίωσιν, ἀλλὰ τό τε κυρίως τελικὸν πάντων αἴτιον καὶ οὗ ἕνεκα πάντα πρὸ τῶν ἰδεῶν ἐστί, καὶ τὸ κυρίως ποιητι‐ κὸν μετὰ τὰς ἰδέας, ὡς πρὸς κριτήριον βλέπων καὶ κανόνα
15τὸ παράδειγμα· μέση γὰρ οὖσα ἀμφοῖν τοῦ μὲν ἐφίεται, τοῦ δ’ ἐστὶν ἐφετόν· εἰ δὲ δὴ τῶν κατὰ φύσιν ἐστὶν αἰτία παραδειγματικὴ συνεστώτων, οὔτε τῶν παρὰ φύσιν οὔτε τῶν κατὰ τέχνην ἔστιν ἰδέα· καὶ εἰ τῶν ἀεὶ συνεστώτων, οὐδενὸς τῶν κατὰ μέρος γιγνομένων τούτων καὶ ἀπολλυμέ‐
20νων. ὁ μὲν οὖν Ξενοκράτης τοῦτον ὡς ἀρέσκοντα τῷ καθη‐ γεμόνι τὸν ὅρον τῆς ἰδέας ἀνέγραψε, χωριστὴν αὐτὴν καὶ θείαν αἰτίαν τιθέμενος ...

95

ἄλλοι δὲ κατ’ ἄλλον τρόπον αἰτιῶνται τὴν περιττότητα. οἱ γὰρ περὶ Ξενοκράτη καὶ Ἀνδρόνικον πάντα τῷ καθ’ αὑτὸ καὶ τῷ πρός τι περιλαμβάνειν δοκοῦσιν, ὥστε περιττὸν εἶναι κατ’ αὐτοὺς τὸ τοσοῦτον τῶν γενῶν πλῆθος.

96

καὶ κυρίως μὲν οὐσίας ἔλεγε τὰς ἰδέας, οὐ κυρίως δὲ τὰ αἰσθητά· ‘τὶ τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τὶ τὸ γινόμενον μέν, ὂν δὲ οὐδέποτε‘. ὁμοίως καὶ οἱ περὶ Σπεύσιπ‐ πον καὶ Ξενοκράτην.

97

παρ’ ἣν αἰτίαν οὐκ ἐν ἴσῳ λέγεται παρά τε τοῖς περὶ τὸν
Πλάτωνα καὶ Ξενοκράτη πολλαχῶς ὀνομάζεσθαι τἀγαθὸν καὶ παρὰ τοῖς στωικοῖς. ἐκεῖνοι μὲν γὰρ ὅταν φῶσιν ἑτέρως λέγεσθαι ἀγαθὸν τὴν ἰδέαν καὶ ἑτέρως τὸ μετέχον τῆς89
5ἰδέας, σημαινόμενον ἐκτίθενται καὶ κατὰ πολὺ ἀλλήλων διε‐ στῶτα καὶ μηδεμίαν ἔχοντα κοινωνίαν, οἶόν τι καὶ ἐπὶ τῆς κύων φωνῆς θεωροῦμεν. οὕτω κἀν τῷ φάναι ἀγαθὸν τὴν ἰδέαν καὶ τὸ μετέχον τῆς ἰδέας ἔκθεσις μέν ἐστι σημαι‐ νομένων, κεχωρισμένων δὲ καὶ οὐδεμίαν περίληψιν ἐμφαι‐
10νόντων.

98

λέγει δὲ ὁ Ἀλέξανδρος ὅτι ‘κατὰ Πλάτωνα πάντων ἀρχαὶ καὶ αὐτῶν τῶν ἰδεῶν τό τε ἕν ἐστι καὶ ἡ ἀόριστος δυάς, ἣν μέγα καὶ μικρὸν ἔλεγεν, ὡς καὶ ἐν τοῖς Περὶ τἀγαθοῦ Ἀριστοτέλης μνημονεύει‘. λάβοι δὲ ἄν τις καὶ παρὰ Σπευ‐
5σίππου καὶ παρὰ Ξενοκράτους καὶ τῶν ἄλλων, οἳ παρεγέ‐ νοντο ἐν τῇ Περὶ τἀγαθοῦ Πλάτωνος ἀκροάσει· πάντες γὰρ συνέγραψαν καὶ διεσώσαντο τὴν δόξαν αὐτοῦ καὶ ταύταις αὐτὸν ἀρχαῖς χρῆσθαι λέγουσι.

99

οἱ δὲ τὸ ἕτερον τῶν ἐναντίων ὕλην ποιοῦσιν, οἱ μὲν τῷ ἑνὶ [τῷ ἴσῳ] τὸ ἄνισον, ὡς τοῦτο τὴν τοῦ πλήθους οὖσαν φύσιν, ὁ δὲ τῷ ἑνὶ τὸ πλῆθος (γεννῶνται γὰρ οἱ ἀριθμοὶ τοῖς μὲν ἐκ τῆς τοῦ ἀνίσου δυάδος, τοῦ μεγάλου καὶ μικροῦ, τῷ δ’ ἐκ τοῦ
5πλήθους, ὑπὸ τὴς τοῦ ἑνὸς δὲ οὐσίας ἀμφοῖν)· καὶ γὰρ ὁ τὸ ἄνισον καὶ ἓν λέγων τὰ στοιχεῖα, τὸ δ’ ἄνισον ἐκ μεγά‐ λου καὶ μικροῦ δυάδα ὡς ἓν ὄντα τὸ ἄνισον καὶ τὸ μέγα καὶ τὸ μικρὸν λέγει, καὶ οὐ διορίζει ὅτι λόγῳ ἀριθμῷ δ’ οὔ. ἀλλὰ μὴν καὶ τὰς ἀρχὰς ἂς στοιχεῖα καλοῦσιν οὐ καλῶς
10ἀποδιδόασιν, οἱ μὲν τὸ μέγα καὶ τὸ μικρὸν λέγοντες μετὰ
τοῦ ἑνός, τρία ταῦτα στοιχεῖα τῶν ἀριθμῶν, τὰ μὲν δύο ὕλην τὸ δ’ ἓν τὴν μορφήν, οἱ δὲ τὸ πολὺ ὀλίγον, ὅτι τὸ μέγα καὶ τὸ μικρὸν μεγέθους οἰκειότερα τὴν φύσιν, οἱ δὲ τὸ καθόλου μᾶλλον ἐπὶ τούτων, τὸ ὑπερέχον καὶ τὸ90
15ὑπερεχόμενον. οἱ δὲ τὸ ἕτερον καὶ τὸ ἄλλο πρὸς τὸ ἓν ἀντιτιθέασιν, οἱ δὲ πλῆθος καὶ τὸ ἕν. εἰ δέ ἐστιν, ὥσπερ βούλονται, τὰ ὄντα ἐξ ἐναντίων, τῷ δὲ ἐνὶ ἢ οὐθὲν ἐναντίον ἢ εἴπερ ἄρα μέλλει, τὸ πλῆθος, τὸ δ’ ἄνισον τῷ ἴσῳ καὶ τὸ ἕτερον τῷ ταὐτῷ
20καὶ τὸ ἄλλο αὐτῷ, μάλιστα μὲν οἱ ἓν τῷ πλήθει ἀντιτι‐ θέντες ἔχονταί τινος δόξης, οὐ μὴν οὐδ’ οὗτοι ἱκανῶς ... ... εἰσὶ δέ τινες οἱ δυάδα μὲν ἀόριστον ποιοῦσι τὸ μετὰ τοῦ ἑνὸς στοιχεῖον, τὸ δ’ ἄνισον δυσχεραί‐ νουσιν εὐλόγως διὰ τὰ συμβαίνοντα ἀδύνατα· οἷς τοσαῦτα
25μόνον ἀφῄρηται τῶν δυσχερῶν ὅσα διὰ τὸ ποιεῖν τὸ ἄνισον καὶ τὸ πρός τι στοιχεῖον ἀναγκαῖον συμβαίνειν τοῖς λέ‐ γουσιν· ὅσα δὲ χωρὶς ταύτης τῆς δόξης, ταῦτα κἀκείνοις ὑπάρχειν ἀναγκαῖον, ἐάν τε τὸν εἰδητικὸν ἀριθμὸν ἐξ αὐ‐ τῶν ποιῶσιν ἐάν τε τὸν μαθηματικόν.

100

νῦν δ’ οἵ γε πολλοὶ μέχρι τινὸς ἐλθόντες καταπαύονται, καθά περ καὶ οἱ τὸ ἓν καὶ τὴν ἀόριστον δυάδα ποιοῦντες· τοὺς γὰρ ἀριθμοὺς γεννήσαντες καὶ τὰ ἐπίπεδα καὶ τὰ σώματα σχεδὸν τἆλλα παραλείπουσιν πλὴν ὅσον ἐφαπτό‐
5μενοι καὶ τοσοῦτο μόνον δηλοῦντες, ὅτι τὰ μὲν ἀπὸ τῆς ἀορίστου δυάδος, οἷον τόπος καὶ κενὸν καὶ ἄπειρον, τὰ δ’ ἀπὸ τῶν ἀριθμῶν καὶ τοῦ ἑνός, οἷον ψυχὴ καὶ ἄλλ’ ἄττα· χρόνον δ’ ἅμᾳ καὶ οὐρανὸν καὶ ἕτερα δὴ πλείω, τοῦ δ’ οὐ‐ ρανοῦ πέρι καὶ τῶν λοιπῶν οὐδεμίαν ἔτι ποιοῦνται μνείαν·
10ὡσαύτως δ’ οἱ περὶ Σπεύσιππον, οὐδὲ τῶν ἄλλων οὐθεὶς
πλὴν Ξενοκράτης· οὗτος γὰρ ἅπαντά πως περιτίθησιν περὶ τὸν κόσμον, ὁμοίως αἰσθητὰ καὶ νοητὰ καὶ μαθηματικὰ καὶ ἔτι δὴ τὰ θεῖα.91

101

Ξενοκράτης συνεστάναι τὸ πᾶν ἐκ τοῦ ἑνὸς καὶ τοῦ ἀενάου, ἀέναον τὴν ὕλην αἰνιττόμενος διὰ τοῦ πλήθους.

102

Ξενοκράτης δὲ ὁ Χαλκηδόνιος | ἀέναον τὴν ὕλην, ἐξ ἧς ἅπαντα γέγονε, προσηγόρευσεν.

103

ἔνιοι δὲ τὰ μὲν εἴδη καὶ τοὺς ἀριθμοὺς τὴν αὐτὴν ἔχειν φασὶ φύσιν, τὰ δὲ ἄλλα ἐχόμενα, γραμμὰς καὶ ἐπίπεδα, μέχρι πρὸς τὴν τοῦ οὐρανοῦ οὐσίαν καὶ τὰ αἰσθητά.

104

Ἐντεῦθεν εἰς τὸν Ξενοκράτην ἀποτείνεται, καί φησιν ὅτι τὰ εἴδη τῶν πραγμάτων τοῖς ἀριθμοῖς προσηγόρευεν, ἐπειδή, ὥσπερ οἱ ἀριθμοὶ περιοριστικοί εἰσιν ὧν εἰσιν ἀριθμοί, οὕτω δὴ καὶ τὰ εἴδη περιοριστικὰ τῆς ὕλης ὑπάρχουσιν. εἶτα
5μετὰ τὰς ἰδέας δευτέρας οὐσίας ὑποτίθεται τὰς διανοητάς, τουτέστι τὰ μαθήματα, γραμμὰς καὶ ἐπίπεδα· τελευταῖα
δὲ τὰ φυσικά.92

105

καὶ ἀνάγουσι πάντα εἰς τοὺς ἀριθμοὺς, καὶ γραμμῆς τὸν λόγον τὸν τῶν δύο εἶναι φασιν, καὶ τῶν τὰς ἰδέας λεγόν‐ των οἱ μὲν αὐτογραμμὴν τὴν δυάδα, οἱ δὲ τὸ εἶδος τῆς γραμμῆς, ἔνια μὲν γὰρ εἶναι ταὐτὰ τὸ εἶδος καὶ οὗ τὸ
5εἶδος (οἷον δυάδα καὶ εἶδος δυάδος), ἐπὶ γραμμῆς δὲ οὐκέτι.

106

ἄλλη δὲ ἀκίνητος, καὶ ταύτην φασί τινες εἶναι χωριστήν, οἱ μὲν εἰς δύο διαιροῦντες, οἱ δὲ εἰς μίαν φύσιν τιθέντες τὰ εἴδη καὶ τὰ μαθηματικά, κτλ.

107

ἐπεὶ δὲ οἱ μὲν δύο ταῦτα γένη ποιοῦσι, τάς τε ἰδέας καὶ τοὺς μαθηματικοὺς ἀριθμούς, οἱ δὲ μίαν φύσιν ἀμφοτέρων.

108

ἄλλος δέ τις τὸν πρῶτον ἀριθμὸν τὸν τῶν εἰδῶν ἕνα εἶναι, ἔνιοι δὲ καὶ τὸν μαθηματικὸν τὸν αὐτὸν τοῦτον εἶναι.

109

εἰ δέ ἐστι τὸ ἓν ἀρχή, ἀνάγκη μᾶλλον ὥσπερ Πλάτων ἔλε‐ γεν ἔχειν τὰ περὶ τοὺς ἀριθμούς, καὶ εἶναι δυάδα πρώτην
καὶ τριάδα, καὶ οὐ συμβλητοὺς εἶναι τοὺς ἀριθμοὺς πρὸς ἀλλήλους. ἃν δ’ αὖ πάλιν τις τιθῇ ταῦτα, εἴρηται ὅτι93
5ἀδύνατα πολλὰ συμβαίνει. ἀλλὰ μὴν ἀνάγκη γε ἢ οὕτως ἢ ἐκείνως ἔχειν, ὥστ’ εἰ μηδετέρως, οὐκ ἂν ἐνδέχοιτο εἶναι τὸν ἀριθμὸν χωριστόν. φανερὸν δ’ ἐκ τούτων καὶ ὅτι χεί‐ ριστα λέγεται ὁ τρίτος τρόπος, τὸ εἶναι τὸν αὐτὸν ἀριθμὸν τὸν τῶν εἰδῶν καὶ τὸν μαθηματικόν. ἀνάγκη γὰρ εἰς μίαν
10δόξαν συμβαίνειν δύο ἁμαρτίας· οὕτε γὰρ 〈τὸν〉 μαθημα‐ τικὸν ἀριθμὸν ἐνδέχεται τοῦτον εἶναι τὸν τρόπον, ἀλλ’ ἰδίας ὑποθέσεις ὑποθέμενον ἀνάγκη μηκύνειν, ὅσα τε τοῖς ὡς εἴδη τὸν ἀριθμὸν λέγουσι συμβαίνει, καὶ ταῦτα ἀναγκαῖον λέγειν.

110

οἱ δὲ τὰ εἴδη βουλόμενοι ἅμα καὶ ἀριθμοὺς ποιεῖν, οὐχ ὁρῶντες δέ, εἰ τὰς ἀρχάς τις ταύτας θήσεται, πῶς ἔσται ὁ μαθηματικὸς ἀριθμὸς παρὰ τὸν εἰδητικόν, τὸν αὐτὸν εἰδη‐ τικὸν καὶ μαθηματικὸν ἐποίησαν ἀριθμὸν τῷ λόγῳ ἐπεὶ
5ἔργῳ γε ἀνῄρηται ὁ μαθηματικός (ἰδίας γὰρ καὶ οὐ μαθη‐ ματικὰς ὑποθέσεις λέγουσιν).

111

Τῶν περὶ ἀριθμοὺς εἰπόντων .... οἱ δὲ ἐγίνωσκον μὲν ἀμφο‐ τέρους καὶ τὸν εἰδητικὸν καὶ τὸν μαθηματικόν, ἕνα δὲ ἐποίουν, ὥσπερ Σπεύσιππος καὶ Ξενοκράτης.

112

διὰ μὲν οὖν τοῦ οἱ μὲν οὖν ἀμφοτέρους εἶναι τοὺς ἀριθ‐
μοὺς ᾐνίξατο τὸν Πλάτωνα, διὰ δὲ τοῦ οἱ τὸν μαθημα‐ τικὸν μόνον ἀριθμὸν εἶναι τὸ πρῶτον τῶν ὄντων τοὺς περὶ Ξενοκράτην· οὗτοι γὰρ καὶ χωρίζουσι τὸν μαθηματικὸν94
5τῶν αἰσθητῶν καὶ μόνον αὐτὸν εἶναί φασι καὶ πρῶτον πάν‐ των, τοῦ εἰδητικοῦ κατορχούμενοι. καὶ οἱ περὶ Ξενοκράτην οὖν ἕνα μόνον ἀριθμὸν νομίζουσι καὶ οἱ Πυθαγόρειοι ... καὶ οἱ Πυθαγόρειοι δὲ ἕνα ἀριθμὸν εἶναι νομίζουσι· καὶ τίνα τοῦτον; τὸν μαθηματικόν, πλὴν οὐ κεχωρισμένον τῶν
10αἰσθητῶν, ὡς οἱ περὶ Ξενοκράτην, οὐδὲ μοναδικόν.

113

ταῦτα εἰπὼν λέγει ὅτι οἱ μὲν τοὺς μαθηματικοὺς ἀριθμοὺς μόνους ποιοῦντες, ὡς οἱ περὶ Ξενοκράτην καὶ Σπεύσιππον, χωριστοὺς δὲ τῶν αἰσθητῶν καὶ ἄλλους παρὰ τὰ αἰσθητά, ... ἀπέστησαν τοῦ λέγειν εἰδητικοὺς ἀριθμοὺς καὶ τὸν μα‐
5θηματικὸν μόνον ἐποίησαν.

114

Τοὺς περὶ Ξενοκράτην φησὶν αὐτὸν Ἀλέξανδρος αἰνίττεσθαι, οἳ χωρίζουσι μὲν τὸν μαθηματικὸν τῶν αἰσθητῶν, οὐ μέντοι μόνον εἶναι νομίζουσι (πῶς γὰρ ἂν Πλατωνικοί γε ὄντες καὶ πυθαγορίζειν βουλόμενοι [τῆς] τῶν ἀμερεστέρων καὶ
5ἐξῃρημένων τῆς ψυχικῆς οὐσίας ἀριθμῶν τῆς θεωρίας ἀπε‐ λείφθησαν;), ἀλλὰ δῆλοί εἰσι διὰ τῶν μαθηματικῶν ὀνομά‐ των καὶ τὰ περὶ τοὺς πρεσβυτέρους ἀριθμοὺς πραγματευό‐
μενοι.95

115

Τοὺς μὲν δύο φησὶ ποιεῖν ἀριθμοὺς καὶ διακρίνειν αὐτούς, ὥσπερ Πλάτωνα (σαφῶς γὰρ τὸν μαθηματικὸν ἕτερόν φησιν εἶναι τοῦ εἰδητικοῦ), τοὺς δὲ ἔνα τὸν μαθηματικόν, ὡς τινας τῶν Πυθαγορείων, τοὺς δὲ γιγνώσκειν ἀμφοτέρους, ἕνα δὲ
5ποιεῖν αὐτούς· αἰνίττεται δὲ Σπεύσιππον ἴσως καὶ Ξενο‐ κράτην, οὓς καὶ χειρίστης ὑποθέσεώς φησι προεστάναι, καὶ δι’ ἃς αἰτίας σαφῶς λέγει. προείπομεν δὲ καὶ ἡμεῖς περὶ τούτων, ὅτι εἰ καὶ τοῖς αὐτοῖς ὀνόμασιν ἐκέχρηντο, ἀλλ’ οὖν ᾔδεσαν 〈τὴν〉 κατ’ εἴδη διάκρισιν τῶν διαφόρων ἀριθ‐
10μῶν, ἐπεὶ καὶ ἄλλως ὁ τοὺς ἀριθμοὺς τούτους μὴ διακρίνων ἀλλὰ συγχέων τόν τε εἰδητικὸν ἀριθμὸν ἔχοντα ἐν ἑαυτῷ τὸν μαθηματικὸν ἀριθμὸν ὑποστάτην τῶν ὅλων ποιεῖ [ἑκτὸν τὸν μαθηματικόν] τῷ τε 〈πατρὶ〉 καὶ ποιητῇ τῶν πάν‐ των ἀριθμητικὴν ἕξιν περιτίθησιν· ὧ τί ἂν εἴποι τις ἀπι‐
15θανώτερον;

116

ἐπεὶ δὲ ὁ Ξενοκράτης ὑπεραπολογούμενος τοῦ Πλάτωνος, ὡς καὶ ἐν τῷ Α τῆς Περὶ οὐρανοῦ εἴρηται, ἔλεγεν ὅτι διδασκα‐ λίας χάριν καὶ τοῦ γνῶμαι, πῶς εἰ γεγόνασιν αἱ ἰδέαι, δυνατὸν ἧν αὐτὰς γενέσθαι, ὑπετίθετό τε καὶ ἔλεγεν ὡς ἐκ
5τοῦ μεγάλου καὶ μικροῦ ὑπὸ τοῦ ἑνὸς ἰσασθέντων ἐγένοντο ἄν, εἰ δυνατὸν αὐτὰς ἧν γενέσθαι· κτλ.

117

ποιοῦσι γὰρ τὰ μεγέθη ἐκ τῆς ὕλης καὶ ἀριθμοῦ, ἐκ μὲν τῆς δυάδος τὰ μήχη, ἐκ τριάδος δ’ ἴσως τὰ ἐπίπεδα, ἐκ δὲ
τῆς τετράδος τὰ στερεὰ ἢ καὶ ἐξ ἄλλων ἀριθμῶν .... οὗτοι μὲν οὖν ταύτῃ προσγλιχόμενοι ταῖς ἰδέαις τὰ μαθηματικὰ96
5διαμαρτάνουσιν.

118

ὀμοίως δὲ καὶ περὶ τὰ μήκη καὶ περὶ τὰ ἐπίπεδα καὶ περὶ τὰ στερεά. οἱ μὲν γὰρ ἕτερα τὰ μαθηματικὰ καὶ τὰ μετὰ τὰς ἰδέας· τῶν δὲ ἄλλως λεγόντων οἱ μὲν τὰ μαθη‐ ματικὰ καὶ μαθηματικῶς λέγουσιν, ὅσοι μὴ ποιοῦσι τὰς
5ἰδέας ἀριθμοὺς μηδὲ εἶναι φασιν ἰδέας, οἱ δὲ τὰ μαθηματικά, οὐ μαθηματικῶς δέ· οὐ γὰρ τέμνεσθαι οὔτε μέγεθος πᾶν εἰς μεγέθη, οὔθ’ ὁποιασοῦν μονάδας δυάδα εἶναι.

119

σωματικὰς μὲν οὖν τὰς ἀρχὰς ἐτίθεντο οἱ φυσικοί, Θαλῆς, Δημόκριτος, Ἀναξιμένης, Ἀναξίμανδρος, Ἡράκλειτος, ἀσω‐ μάτους δὲ οἱ ἀριθμοὺς λέγοντες ὡς οἱ Πυθαγόρειοι καὶ Ξενο‐ κράτης, δοκεῖ δὲ καὶ ὁ Πλάτων.

120*

τὸ μὲν οὖν φαινομένην εἶναι λέγειν τὴν τῶν ὅλων ἀρχὴν ἀφύσικόν πως ἐστίν· πᾶν γὰρ τὸ φαινόμενον ἐξ ἀφανῶν ὀφείλει συνίστασθαι, τὸ δ’ ἔκ τινων συνεστὼς οὐκ ἔστιν ἀρχή, ἀλλὰ τὸ ἐκείνου αὐτοῦ συστατικόν. ὅθεν καὶ τὰ φαι‐
5νόμενα οὐ ῥητέον ἀρχὰς εἶναι τῶν ὅλων, ἀλλὰ τὰ συστα‐ τικὰ τῶν φαινομένων, ἅπερ οὐκέτι ἧν φαινόμενα. τοίνυν ἀδήλους καὶ ἀφανεῖς ὑπέθεντο τὰς τῶν ὄντων ἀρχάς, καὶ οὐ κοινῶς. οἱ γὰρ ἀτόμους εἰπόντες ἢ ὁμοιομερείας ἢ ὄγκους ἢ κοινῶς νοητὰ σώματα πάντων τῶν ὄντων ἄρχειν πῇ μὲν
10κατώρθωσαν πῇ δὲ διέπεσον. ᾗ μὲν γὰρ ἀδήλους νομίζου‐
σιν εἶναι τὰς ἀρχάς, δεόντως ἀναστρέφονται, ᾗ δὲ σωμα‐ τικὰς ὑποτίθενται ταύτας, διαπίπτουσιν. ὡς γὰρ τῶν αἰσθητῶν σωμάτων προηγεῖται τὰ νοητὰ καὶ ἄδηλα σώ‐ ματα, οὕτω καὶ τῶν νοητῶν σωμάτων ἄρχειν δεῖ τὰ ἀσώ‐97
15ματα. καὶ κατὰ λόγον· ὡς γὰρ τὰ τῆς λέξεως στοιχεῖα οὐκ εἰσὶ λέξεις, οὕτω καὶ τὰ τῶν σωμάτων στοιχεῖα οὐκ ἔστι σώματα· ἤτοι δὲ σώματα ὀφείλει τυγχάνειν ἢ ἀσώ‐ ματα· διὸ πάντως ἐστὶν ἀσώματα καὶ μὴν οὐδὲ ἔνεστι φάναι ὅτι αἰωνίους συμβέβηκεν εἶναι τὰς ἀτόμους, καὶ διὰ
20τοῦτο δύνασθαι σωματικὰς οὔσας τῶν ὅλων ἄρχειν. πρῶτον μὲν γὰρ καὶ οἱ τὰς ὁμοιομερείας καὶ οἱ τοὺς ὄγκους καὶ οἱ τὰ ἐλάχιστα καὶ ἀμερῆ λέγοντες εἶναι στοιχεῖα αἰώνιον ἀπολείπουσι τούτων τὴν ὑπόστασιν, ὥστε μὴ μᾶλλον τὰς ἀτόμους ἢ ταῦτ’ εἶναι στοιχεῖα. εἶτα καὶ δεδόσθω ταῖς ἀλη‐
25θείαις αἰωνίους εἶναι τὰς ἀτόμους· ἀλλ’ ὃν τρόπον οἱ ἀγέ‐ νητον καὶ αἰώνιον ἀπολείποντες τὸν κόσμον οὐδὲν ἧττον πρὸς ἐπίνοιαν ζητοῦσι τὰς πρῶτον συστησαμένας αὐτὸν ἀρχὰς, οὕτω καὶ ἡμεῖς, φασὶν οἱ Πυθαγορικοὶ τῶν φυσικῶν φιλοσόφων, κατ’ ἐπίνοιαν σκεπτόμεθα τὸ ἐκ τίνων τὰ αἰώνια
30ταῦτα καὶ λόγῳ θεωρητὰ συνέστηκε σώματα. ἤτοι οὖν σώματά ἐστι τὰ συστατικὰ αὐτῶν ἢ ἀσώματα. καὶ σώματα μὲν οὐκ ἂν εἴπαιμεν, ἐπεὶ δεήσει κἀκείνων σώματα λέγειν εἶναι συστατικὰ καὶ οὕτως εἰς ἄπειρον προβαινούσης τῆς ἐπινοίας ἄναρχον γίνεσθαι τὸ πᾶν. λείπεται ἄρα λέγειν ἐξ
35ἀσωμάτων εἶναι τὴν σύστασιν τῶν νοητῶν σωμάτων ... Ἀλλ’ ὅτι ἀσωμάτους εἶναι δεῖ τὰς ἀρχὰς τῶν λόγῳ θεω‐ ρητῶν σωμάτων, ἐκ τῶν εἰρημένων συμφανές. ἤδη δὲ οὐκ εἴ τινα προϋφέστηκε τῶν σωμάτων ἀσώματα, ταῦτ’ ἐξ ἀνάγκης στοιχεῖά ἐστι τῶν ὄντων καὶ πρῶταί τινες ἀρχαί.
40ἰδοὺ γὰρ καὶ αἱ ἰδέαι ἀσώματοι οὖσαι κατὰ τὸν Πλάτωνα προϋφεστᾶσι τῶν σωμάτων, καὶ ἕκαστον τῶν γινομένων πρὸς αὐτὰς γίνεται· ἀλλ’ οὐκ εἰσὶ τῶν ὄντων ἀρχαί, ἐπείπερ ἑκάστη ἰδέα κατ’ ἰδίαν μὲν λαμβανομένη ἓν εἶναι λέγεται, κατὰ σύλληψιν δὲ ἑτέρας ἢ ἄλλων δύο καὶ τρεῖς καὶ τέσ‐
45σαρες, ὥστε εἶναί τι ἐπαναβεβηκὸς αὐτῶν τῆς ὑποστάσεως, τὸν ἀριθμόν, οὗ κατὰ μετοχὴν τὸ ἓν ἢ τὰ δύο ἢ τὰ τρία
ἢ τὰ τούτων ἔτι πλείονα ἐπικατηγορεῖται αὐτῶν. καὶ τὰ στερεὰ σχήματα προεπινοεῖται τῶν σωμάτων, ἀσώματον ἔχοντα τὴν φύσιν· ἀλλ’ ἀνάπαλιν οὐκ ἄρκει τῶν πάντων·98

120*

(50)

προάγει γὰρ καὶ τούτων κατὰ τὴν ἐπίνοιαν τὰ ἐπίπεδα σχήματα διὰ τὸ ἐξ ἐκείνων τὰ στερεὰ συνίστασθαι. ἀλλὰ μὲν οὐδὲ τὰ ἐπίπεδα σχήματα θείη τις ἂν τῶν ὄντων στοι‐ χεῖα· ἕκαστον γὰρ αὐτῶν πάλιν ἐκ προαγόντων συντίθεται, τῶν γραμμῶν, καὶ αἱ γραμμαὶ προεπινοουμένους ἔχουσι
55τοὺς ἀριθμούς, παρόσον τὸ μὲν ἐκ τριῶν γραμμῶν τρίγωνον καλεῖται καὶ τὸ ἐκ τεσσάρων τετράγωνον. καὶ ἐπεὶ ἡ ἁπλῆ γραμμὴ οὐ χωρὶς ἀριθμοῦ νενόηται, ἀλλ’ ἀπὸ σημείου ἐπὶ σημεῖον ἀγομένη ἔχεται τῶν δυοῖν, οἵ τε ἀριθμοὶ πάντες καὶ αὐτοὶ ὑπὸ τὸ ἓν πεπτώκασιν (καὶ γὰρ ἡ δυὰς μία τις
60ἐστὶ δυάς, καὶ ἡ τριὰς ἕν τι ἐστί, τριάς, καὶ ἡ δεκὰς ἓν ἀριθμοῦ κεφάλαιον), ἔνθεν κινηθεὶς ὁ Πυθαγόρας ἀρχὴν ἔφη‐ σεν εἶναι τῶν ὄντων τὴν μονάδα, ἧς κατὰ μετοχὴν ἕκαστον τῶν ὄντων ἓν λέγεται· καὶ ταύτην κατ’ αὐτότητα μὲν ἑαυτῆς νοουμένην μονάδα νοεῖσθαι, ἐπισυντεθεῖσαν δ’ ἑαυτῇ
65καθ’ ἑτερότητα ἀποτελεῖν τὴν καλουμένην ἀόριστον δυάδα διὰ τὸ μηδεμίαν τῶν ἀριθμητῶν καὶ ὡρισμένων δυάδων εἶναι [τὴν] αὐτήν, πάσας δὲ κατὰ μετοχὴν αὐτῆς δυάδας νενοῆσθαι, καθῶς καὶ ἐπὶ τῆς μονάδος ἐλέγχουσιν. δύο οὖν τῶν ὄντων αἱ ἀρχαί, ἥ τε πρώτη μονάς, ἧς κατὰ μετοχὴν
70πᾶσαι αἱ ἀριθμηταὶ μονάδες νοοῦνται μονάδες, καὶ ἡ ἀόρι‐ στος δυάς, ἧς κατὰ μετοχὴν αἱ ὡρισμέναι δυάδες εἰσὶ
δυάδες.99

122

πρὸς δὲ τούτοις ἔτι μᾶλλον αἱ διαφοραὶ ἀρχαὶ ἢ τὰ γένη· εἰ δὲ καὶ αὗται ἀρχαί, ἄπειροι ὡς εἰπεῖν ἀρχαὶ γίγνονται, ἄλλως τε κἄν τις τὸ πρῶτον γένος ἀρχὴν τιθῇ. ἀλλὰ μὴν καὶ εἰ μᾶλλόν γε ἀρχοειδὲς τὸ ἕν ἐστιν, ἓ δὲ τὸ ἀδιαίρετον,
5ἀδιαίρετον δὲ ἅπαν ἢ κατὰ τὸ ποσὸν ἢ κατ’ εἶδος, πρότερον δὲ τὸ κατ’ εἶδος, τὰ δὲ γένη διαιρετὰ εἰς εἴδη, μᾶλλον ἂν ἓν τὸ ἔσχατον εἴη κατηγορούμενον· οὐ γάρ ἐστι γένος ὁ ἄνθρωπος τῶν τινῶν ἀνθρώπων. ἔτι ἐν οἷς τὸ πρότερον καὶ ὕστερόν ἐστιν, οὐχ οἷόν τε τὸ ἐπὶ τούτων εἶναί τι παρὰ
10ταῦτα (οἷον εἰ πρώτη τῶν ἀριθμῶν ἡ δυάς, οὐκ ἔσται τις ἀριθμὸς παρὰ τὰ εἴδη τῶν ἀριθμῶν· ὁμοίως δὲ οὐδὲ σχῆμα παρὰ τὰ εἴδη τῶν σχημάτων· εἰ δὲ μὴ τούτων, σχολῇ τῶν γε ἄλλων ἔσται τὰ γένη παρὰ τὰ εἴδη· τούτων γὰρ δοκεῖ μάλιστα εἶναι γένη).

123

φανερὸν οὖν ἐκ τῶν εἰρημένων ὡς οὔτε γραμμὴ οὔτε ἐπί‐
πεδον οὔτε ὅλως τῶν συνεχῶν οὐθὲν ἔσται ἄτομον, κτλ.100

124

ἔπειτα δῆλον ὅτι τοῦ αὐτοῦ λόγου ἐστὶ στερεὰ μὲν ἐξ ἐπι‐ πέδων συγκεῖσθαι, ἐπίπεδα δ’ ἐκ γραμμῶν, ταύτας δ’ ἐκ στιγμῶν· οὕτω δ’ ἐχόντων οὐκ ἀνάγκη τὸ τῆς γραμμῆς μέρος γραμμὴν εἶναι· περὶ δὲ τούτων ἐπέσκεπται πρότερον
5ἐν τοῖς περὶ κινήσεως λόγοις, ὅτι οὐκ ἔστιν ἀδιαίρετα μήκη.

125

ἔνιοι δ’ ἐνέδοσαν τοῖς λόγοις ἀμφοτέροις, τῷ μὲν ὅτι πάντα ἕν, εἰ τὸ ὂν ἓν σημαίνει, ὅτι ἔστι τὸ μὴ ὄν, τῷ δὲ ἐκ τῆς διχοτομίας, ἄτομα ποιήσαντες μεγέθη.

126

ἔτι τὰ μεγέθη καὶ ὅσα τοιαῦτα μέχρι ποσοῦ, οἶον ἡ πρώτη γραμμή, 〈ἡ〉 ἄτομος εἶτα δυάς, εἶτα καὶ ταῦτα μέχρι δε‐ κάδος.

127

Ἆρά γ’ εἰσὶν ἄτομοι γραμμαί, καὶ ὅλως ἐν ἅπασι τοῖς ποσοῖς ἐστί τι ἀμερές, ὥσπερ ἔνιοί φασιν; εἰ γὰρ ὁμοίως ὑπάρχει τό τε πολὺ καὶ τὸ μέγα καὶ τὰ ἀντικείμενα τού‐ τοις, τό τε ὀλίγον καὶ τὸ μικρὸν, τὸ δ’ ἀπείρους σχεδὸν διαι‐
5ρέσεις ἔχον οὐκ ἔστιν ὀλίγον ἀλλὰ πολύ, φανερὸν ὅτι πεπε‐ ρασμένας ἕξει τὰς διαιρέσεις τὸ ὀλίγον καὶ τὸ μικρόν· εἰ δὲ πεπερασμέναι αἱ διαιρέσεις, ἀνάγκη τι εἶναι ἀμερὲς μέ‐ γεθος, ὥστε ἐν ἅπασιν ἐνυπάρξει τι ἀμερές, ἐπείπερ καὶ
τὸ ὀλίγον καὶ τὸ μικρόν. ἔτι εἰ ἔστιν ἰδέα γραμμῆς, ἡ δ’101
10ἰδέα πρώτη τῶν συνωνύμων, τὰ δὲ μέρη πρότερα τοῦ ὅλου τὴν φύσιν, ἀδιαίρετος ἂν εἴη αὐτὴ ἡ γραμμή, τὸν αὐτὸν δὲ τρόπον καὶ τὸ τετράγωνον καὶ τὸ τρίγωνον καὶ τὰ ἄλλα σχήματα, καὶ ὅλως ἐπίπεδον αὐτὸ καὶ σῶμα· συμβήσεται γὰρ πρότερ’ ἄττα εἶναι τούτων. ἔτι εἰ σώματός ἐστι στοι‐
15χεῖα, τῶν δὲ στοιχείων μηδὲν πρότερον, τὰ δὲ μέρη τοῦ ὅλου πρότερα, ἀδιαίρετον ἂν εἴη τὸ πῦρ καὶ ὅλως τῶν τοῦ σώματος στοιχείων ἕκαστον, ὥστ’ οὐ μόνον ἐν τοῖς νοητοῖς, ἀλλὰ καὶ ἐν τοῖς αἰσθητοῖς ἐστί τι ἀμερές. ἔτι δὲ κατὰ τὸν τοῦ Ζήνωνος λόγον ἀνάγκη τι μέγεθος ἀμερὲς εἶναι, εἴπερ
20ἀδύνατον μὲν ἐν πεπερασμένῳ χρόνῳ ἀπείρων ἅψασθαι, καθ’ ἕκαστον ἁπτόμενον, ἀνάγκη δ’ ἐπὶ τὸ ἥμισυ πρότερον ἀφι‐ κνεῖσθαι τὸ κινούμενον, τοῦ δὲ μὴ ἀμεροῦς πάντως ἔστιν ἥμισυ. εἰ δὲ καὶ ἅπτεται τῶν ἀπείρων ἐν πεπερασμένῳ χρόνῳ τὸ ἐπὶ τῆς γραμμῆς φερόμενον, τὸ δὲ θᾶττον ἐν τῷ
25ἴσῳ χρόνῳ πλεῖον διανύει, ταχίστη δ’ ἡ τῆς διανοίας κί‐ νησις, κἂν ἡ διάνοια τῶν ἀπείρων ἐφάπτοιτο καθ’ ἕκαστον ἐν πεπερασμένῳ χρόνῳ, ὥστε εἰ τὸ καθ’ ἕκαστον ἅπτεσθαι τὴν διάνοιαν ἀριθμεῖν ἐστίν, ἐνδέχεται ἀριθμεῖν τὰ ἄπειρα ἐν πεπερασμένῳ χρόνῳ. εἰ δὲ τοῦτο ἀδύνατον, εἴη ἄν τις
30ἄτομος γραμμή. ἔτι καὶ ἐξ ὧν αὐτοὶ οἱ ἐν τοῖς μαθήμασι λέγουσιν, εἴη ἄν τις ἄτομος γραμμή, ὡς φασίν, εἰ σύμμε‐ τροί εἰσιν αἱ τῷ αὐτῷ μέτρῳ μετρούμεναι· ὅσαι δ’ εἰσὶ με‐ τρούμεναι, πᾶσαί εἰσι σύμμετροι. εἴη γὰρ ἄν τι μῆκος, ᾧ πᾶσαι μετρηθήσονται. τοῦτο δ’ ἀνάγκη ἀδιαίρετον εἶναι. εἰ
35γὰρ διαιρετόν, καὶ τὰ μέρη μέτρου τινός ἔσται. σύμμετρα γὰρ τῷ ὅλῳ. ὥστε μέρους τινὸς εἴη διπλασίαν τὴν ἡμί‐ σειαν· ἐπεὶ δὲ τοῦτ’ ἀδύνατον, 〈ἀδιαίρετον〉 ἂν εἴη μέτρον. ὡσαύτως δὲ καὶ αἱ μετρούμεναι ἅπαξ ὑπ’ αὐτοῦ, ὥσπερ πᾶσαι αἱ ἐκ τοῦ μέτρου σύνθετοι γραμμαί, ἐξ ἀμερῶν σύγ‐
40κεινται. τὸ δ’ αὐτὸ συμβήσεται κἀν τοῖς ἐπιπέδοις· πάντα γὰρ τὰ ἀπὸ τῶν ῥητῶν γραμμῶν σύμμετρα ἀλλήλοις, ὥστε ἔσται τὸ μέτρον αὐτῶν ἀμερές. ἀλλὰ μὴν εἴ τι τμηθήσεται μέτρον τινὰ τεταγμένην καὶ ὡρισμένην γραμμήν, οὐκ ἔσται οὔτε ῥητὴ οὔτ’ ἄλογος οὔτε τῶν ἄλλων οὐδεμία, ὧν
45δυνάμεις ῥηταί, οἷον ἀποτομὴ ἢ ἡ ἐκ δυοῖν ὀνομάτοιν· ἀλλὰ καθ’ αὑτὰς μὲν οὐδέ τινας ἕξουσι φύσεις, πρὸς ἀλλή‐ λας δὲ ἔσονται ῥηταὶ καὶ ἄλογοι.102

128

ἱστορεῖ δὲ ὡς καὶ Πλάτωνος, οὐ μόνον Ξενοκράτους ἀτό‐ μους γραμμὰς τιθεμένου, κτλ.

129

ἀλλὰ τὸ λέγειν ἄτομα μεγέθη ψεῦδος· πολλὰς γὰρ εὐθύνας δέδωκεν ἡ τὰ ἄτομα μεγέθη εἰσάγουσα δόξα. ἀλλὰ καὶ ἡ Ξενοκράτους ἀπόφασις ἡ τὰς ἀτόμους εἰσάγουσα γραμμὰς αὐτάρκως καὶ αὕτη τῷ Ἀριστοτέλει ἤλεγκται.

130

Ὅτι ἐπειδὴ ἀδύνατον ῥητὴν εἶναι τὴν διάμετρον τῆς πλευ‐
ρᾶς οὔσης ῥητῆς (οὐ γάρ ἐστιν τετράγωνος ἀριθμὸς τετρα‐ γώνου διπλάσιος· ᾧ καὶ δῆλον ὅτι ἀσύμμετρά ἐστιν μεγέθη, καὶ ὅτι Ἐπίκουρος ψευδῶς ποιῶν μέτρον τὴν ἄτομον πάν‐103
5των σωμάτων καὶ ὁ Ξενοκράτης τὴν ἄτομον γραμμὴν τῶν γραμμῶν), ἐπενόησαν οὕτω λέγειν οἱ Πυθαγόρειοι καὶ Πλάτων, τῆς πλευρᾶς οὔσης ῥητῆς τὴν διάμετρον ῥητὴν οὐχ ἁπλῶς, κτλ.

131

ἴσως δ’ ἄν τινες ἐκ τούτου κινούμενοι τοῦ προβλήματος ὑπονοήσειαν ὅτι προείληπται παρὰ τοῖς γεωμέτραις ὡς ὑπόθεσις τὸ μὴ εἶναι τὴν γραμμὴν ἐξ ἀμερῶν. εἰ γὰρ εἴη, ἢ ἐκ περιττῶν ἐστιν ἡ πεπερασμένη ἢ ἐξ ἀρτίων. ἀλλ’ εἰ
5ἐκ περιττῶν, ἔοικεν καὶ τὸ ἀμερὲς τέμνεσθαι δίχα τῆς εὐθείας τεμνομένης, ἐπεὶ θάτερον αὐτῆς μέρος ἐκ πλειόνων ἀμερῶν ὑπάρχον ἔσται μεῖζον τοῦ λοιποῦ. οὐκ ἄρα δυνατὸν ἔσται τὴν δοθεῖσαν εὐθεῖαν δίχα τεμεῖν, εἴπερ ἐξ ἀμερῶν τὸ μέγεθος. εἰ δὲ μὴ ἐξ ἀμερῶν, ἐπ’ ἄπειρον διαιρεῖται.
10ἔοικεν οὖν, φασίν, ὡμολογῆσθαι τοῦτο καὶ εἶναι ἀρχὴ γεω‐ μετρικὴ τὸ μέγεθος τῶν εἰς ἄπειρον εἶναι διαιρουμένων. ἡμεῖς δέ γε τὸ τοῦ Γεμίνου πρὸς ταῦτα ἐροῦμεν, ὅτι τὸ μὲν διαιρετὸν εἶναι τὸ συνεχὲς κατὰ κοινὴν ἔννοιαν οἱ γεω‐ μέτραι προλαμβάνουσιν. τοῦτο γὰρ εἶναι φαμεν συνεχὲς
15τὸ ἐκ μερῶν συνημμένων ὑφεστώς. πάντως δὲ τοῦτο καὶ διαιρεῖσθαι δυνατόν. ὅτι δὲ καὶ ἐπ’ ἄπειρον διαιρεῖται τὸ συνεχὲς οὐ προειλήφασιν ἀλλ’ ἀποδεικνύουσιν ἐκ τῶν οἰκείων ἀρχῶν. ὅταν γὰρ δεικνύωσιν ὅτι ἔστιν τὸ ἀσύμμε‐ τρον ἐν τοῖς μεγέθεσι καὶ οὐ πάντα σύμμετρα ἀλλήλοις,
20τί ἄλλο δεικνύναι φήσαι τις αὐτοὺς ἢ ὅτι πᾶν μέγεθος εἰς ἀεὶ διαιρεῖται καὶ οὐδέποτε ἥξομεν εἰς τὸ ἀμερές, ὅ ἐστι κοινὸν μέτρον τῶν μεγεθῶν ἐλάχιστον. τοῦτο οὖν ἀποδεικτόν
ἐστιν, ἐκεῖνο δὲ ἀξίωμα, ὅτι πᾶν συνεχὲς διαιρετόν, ὥστε καὶ ἡ πεπερασμένη γραμμὴ συνεχὴς διαιρετή ἐστιν. καὶ104
25ἀπὸ τούτης τῆς ἐννοίας ὁ στοιχειωτὴς διχοτομεῖ τὴν πεπε‐ ρασμένην εὐθεῖαν ἀλλ’ οὐκ ὡς προλαμβάνων ὅτι εἰς ἄπειρον διαιρετή ἐστιν. οὐ γὰρ ταὐτὸν διαιρετὸν εἶναί τι καὶ ἐπ’ ἄπειρον διαιρετόν. ἐλέγχοιτο δ’ ἂν διὰ τοῦ προβλήματος τούτου καὶ ὁ Ξενοκράτειος λόγος ὁ τὰς ἀτόμους εἰσάγων
30γραμμάς.

132

ἀλλὰ μὴν δέδεικται ἐν τῇ Φυσικῇ ἀκροάσει ἐν τοῖς περὶ κινήσεως λόγοις, ἐν οἷς ἀντέλεγε πρὸς Ξενοκράτη γραμμὰς ἀτόμους λέγοντα, ὅτι οὐκ ἔστιν ἀδιαίρετα μήκη, τουτέστιν ὅτι οὐδὲν μέρος ἐστὶ τῆς γραμμῆς ἀδιαίρετον.

133

εἰ δὲ καὶ ἔστιν ἄτομα μεγέθη καὶ ἀπαθῆ καὶ ἄποια, ὡς οἱ περὶ Δημόκριτον ἔλεγον καὶ Ξενοκράτης τὰς ἀτόμους γραμμὰς ὑποτιθέμενος, ἄντικρυς τοῖς μαθηματικοῖς ἂν ἧν ἐοικότα.

134

ὁ μὲν Ἀλέξανδρος ἐξέλαβεν ὅτι ἔνεισιν ἄτομα σχήματα μήπω διαιρεθέντα, δυνάμενα δὲ διαιρεθῆναι· ἀλλ’ οὐδὲν πρὸς τὰς ἀτόμους· αὗται γὰρ οὐδὲ διαιρεθῆναι ἐδύναντο. ἄμεινον οὖν ἐξέλαβεν αὐτὸ ὁ φιλόσοφος Ἀμμώνιος ἐν τῷ
5εἰπεῖν ὅτι κατὰ δόξαν λέγεται· εἰ γάρ εἰσι κατὰ Ξενοκράτην
ἄτομα γράμματα, διὰ τί μὴ καὶ ἄτομα σχήματα;105

135

οἱ περὶ Πλάτωνος δέ, φησι, καὶ Ξενοκράτους ἐνεδίδοσαν τοῖς λόγοις ἀμφοτέροις καὶ συνεχώρουν τῷ τε λέγοντι τὸ παρὰ τὸ ὂν οὐκ ὂν ἔστι καὶ τῷ τῆς διχοτομίας, τῷ μὲν λέγοντες ὅτι ἔστι τὸ μὴ ὄν, τῷ δὲ ποιοῦντες ἄτομα μεγέθη.

136

τοῦ Ζήνωνος λέγοντος ὡς εἰ μέγεθος ἔχοι τὸ ὂν καὶ διαι‐ ροῖτο, πολλὰ τὸ ὂν καὶ οὐχ ἔν τι ἔσεσθαι, καὶ διὰ τοῦτο δεικνύντος ὅτι μηδὲν τῶν ὄντων ἐστὶ τὸ ἕν, ἐνέδωκε τῷ λόγῳ τούτῳ Ξενοκράτης ὁ Καλχηδόνιος.

137

τῶν ἄτομα φησάντων οἱ μὲν ἄτομα σώματα δοξάζουσιν, ὡς Λεύκιππος καὶ Δημόκριτος, οἱ δὲ ἀτόμους γραμμάς, ὡς Ξενοκράτης ... καὶ λαβὼν (Ἀριστοτέλης) ὅτι ἐξ ἀλλήλων (τὰ στοιχεῖα) ζητεῖ ἆρα κατὰ διάκρισιν καὶ σύγκρισιν,
5ὥς φησιν ὁ Πλάτων καὶ Δημόκριτος καὶ Ξενοκράτης, ἀλλ’ ὁ μὲν ἀτόμων σωμάτων, ὁ δὲ γραμμῶν, ὁ δὲ ἐπιπέδων, ἢ κατὰ μῖξιν καὶ ἔκκρισιν, ὡς ὁ Ἀναξαγόρας φησὶ καὶ Ἐμ‐ πεδοκλῆς.

138

“τούτῳ δὲ τῷ λόγῳ, φησὶ, τῷ περὶ τῆς διχοτομίας ἐνδοῦναι Ξενοκράτη τὸν Καλχηδόνιον δεξάμενον μὲν τὸ πᾶν τὸ διαιρετὸν πολλὰ εἶναι (τὸ γὰρ μέρος ἕτερον εἶναι τοῦ ὅλου) καὶ τὸ μὴ δύνασθαι ταὐτὸν ἕν τε ἅμα καὶ πολλὰ εἶναι
5διὰ τὸ μὴ συναληθεύεσθαι τὴν ἀντίφασιν, μηκέτι δὲ συγ‐ χωρεῖν πᾶν μέγεθος διαιρετὸν εἶναι καὶ μέρος ἔχειν· εἶναι γάρ τινας ἀτόμους γραμμάς, ἐφ’ ὧν οὐκέτι ἀληθεύεσθαι τὸ πολλὰς ταύτας εἶναι. οὕτως γὰρ ᾤετο τὴν τοῦ ἐνὸς εὑρί‐ σκειν φύσιν καὶ φεύγειν τὴν ἀντίφασιν διὰ τοῦ μήτε τὸ106
10διαιρετὸν ἓν εἶναι ἀλλὰ πολλά, μήτε τὰς ἀτόμους γραμμὰς πολλὰ ἀλλ’ ἓν μόνον.”

139

οἱ δὲ περὶ τὸν Ξενοκράτην τὴν μὲν πρώτην ἀπολουθίαν ὑπεῖναι συνεχώρουν, τουτέστιν ὅτι εἰ ἕν ἐστι τὸ ὂν καὶ ἀδιαίρετον ἔσται, οὐ μὴν ἀδιαίρετον εἶναι τὸ ὄν. διὸ πάλιν μηδὲ ἓν μόνον ὑπάρχειν τὸ ὄν, ἀλλὰ πλείω. διαιρετὸν μέντοι
5μὴ ἐπ’ ἄπειρον εἶναι, ἀλλ’ εἰς ἄτομά τινα καταλήγειν. ταῦτα μέντοι μὴ ἄτομα εἶναι ὡς ἀμερῆ καὶ ἐλάχιστα, ἀλλὰ κατὰ μὲν τὸ ποσὸν καὶ τὴν ὕλην τμητὰ καὶ μέρη ἔχοντα, τῷ δὲ εἴδει ἄτομα καὶ πρῶτα, πρώτας τινὰς ὑποθέμενος εἶναι γραμμὰς ἀτόμους καὶ τὰ ἐκ τούτων ἐπίπεδα καὶ στερεὰ
10πρῶτα. τὴν οὖν ἐκ τῆς διχοτομίας καὶ ἁπλῶς τὴς ἐπ’ ἄπειρον τομῆς καὶ διαιρέσεως ὑπαντῶσαν ἀπορίαν ὁ Ξενο‐ κράτης οἴεται διαλύεσθαι τὰς ἀτόμους εἰσαγαγὼν γραμμὰς καὶ ἀπλῶς ἄτομα ποιήσας μεγέθη, φεύγων τὸ 〈τὸ〉 ὂν εἴπερ ἐστὶ διαιρετὸν εἰς τὸ μὴ ὂν διαλυθῆναι καὶ ἀναλω‐
15θῆναι τῶν ἀτόμων γραμμῶν ἐξ ὑφίσταται τὰ ὄντα με‐ νουσῶν ἀτμήτων καὶ ἀδιαιρέτων.

140

λύειν γὰρ αὐτοὺς ἐπεχείρουν οὐκ αὐτοὺς ἐκείνους κινοῦν‐ τες, ἀλλὰ ἕτερα εἰσάγοντες ἀπορώτερα. Ξενοκράτης μὲν πρὸς τὴν ἐπ’ ἄπειρον τομὴν τὰς ἀτόμους γραμμάς, ἵνα φύγῃ
ταὐτὸν ἕν τε καὶ πολλὰ λέγειν, ἣν ἀντίφασιν κακῶν ὑπε‐107
5λάμβανεν, ἑτέρᾳ περιέπιπτεν ἀντιφάσει χαλεπωτέρᾳ ταὐτὸν ἅμα ποιῶν μέγεθός τε καὶ οὐ μέγεθος.

141

Πρὸς μὲν οὖν τοὺς τοῦ Παρμενίδου λόγους οὕτως, πρὸς δὲ τὸν Ζήνωνος τὸν Ξενοκράτην φασὶν ἀπαντῆσαι ὑποθέμενον μὴ ἐπ’ ἄπειρον γίνεσθαι τὴν τῶν μεγεθῶν τομήν· καταλή‐ γειν γὰρ εἰς ἀτόμους γραμμὰς τεμνομένην τὴν γραμμήν.
5ἠγνόησε δὲ καὶ οὗτος ἀντιφάσει περιπεσῶν διὰ τοῦ δοκεῖν φεύγειν τὴν ἀντίφασιν· τὸ αὐτὸ μὲν γὰρ ἓν καὶ πολλὰ εἶναι οὐκ ἀδύνατον, οὐδὲ ἀντίφασις τὸ τοιοῦτον, εἰ τὸ μὲν ᾖ δυνάμει τὸ δὲ ἐνεργείᾳ, ταὐτὸν δὲ ποιεῖν γραμμήν τε καὶ ἀδιαίρετον, ἄντικρυς ποιεῖν ἐστι τὴν γραμμὴν οὐ γραμμὴν
10καὶ τὸ μέγεθος οὐ μέγεθος, εἴ γε ἐπ’ ἄπειρον διαιρετόν ἐστι τὸ μέγεθος. Ἔνιοι δὲ ἐνέδοσαν τοῖς λόγοις ἀμφοτέροις. ἀμφοτέροις φησὶ τοῖς τε τοῦ Παρμενίδου καὶ τοῖς τοῦ μαθητοῦ αὐτοῦ Ζήνωνος· τοῖς μὲν τοῦ διδασκάλου ὁ διδάσκαλος Πλάτων,
15τοῖς δὲ τοῦ μαθητοῦ Ζήνωνος ὁ μαθητὴς Πλάτωνος ὁ Ξε‐ νοκράτης.

142

Ὅτι καὶ τῇ Ζήνωνος ἀπορίᾳ, δι’ ἧς κατεσκεύαζε καὶ ἓν εἶναι τὸ καὶ ἀκίνητον ἐκ τῆς ἐπ’ ἄπειρον τομῆς τῶν μεγεθῶν, κακῶς ἐνέδοσαν ψευδῶς ἀποθέμενοι μὴ εἶναι ἐπ’ ἄπειρον τὰ μεγέθη διαιρετά. ἐνδεδώκασι γὰρ ὅτι εἰ ἐπ’ ἄπει‐
5ρον τὰ μεγέθη διαιρετὰ εἴη, μήτε κίνησιν εἶναι, μήτε εἶναί τι κυρίως ἕν, καὶ διὰ τοῦτο μηδὲ πολλά, ἐπειδὴ τὸ πλῆθος ἐκ πολλῶν μονάδων. ἔνθεν ὁ Ξενοκράτης ἀνῄρει τὴν ἐπ’
ἄπειρον τῶν μεγεθῶν τομήν.108

143

ὅτι γὰρ οὐ σύγκειται ἡ γραμμὴ ἐξ ἀτόμων γραμμῶν, ὅπερ οἱ λῦσαι θέλοντες τὴν Ζήνωνος ἀπορίαν κακῶς ὑπέθεντο, ὡς ἐν τῷ πρώτῳ εἴρηται, οὐ χαλεπόν φησι δεῖξαι· ὁλόκληρον γὰρ βιβλίον πρὸς Ἀναξαγόραν αὐτῷ γέγραπται περὶ ἀτό‐
5μων γραμμῶν, ὅτι ἀδύνατον ἄτομα εἶναι μεγέθη ... εἴπομεν δὲ καὶ ἐν τῷ πρώτῳ λόγῳ, ὅτι τινὲς τὸν Ξενοκράτην ὑπώπ‐ τευσαν τὰς ἀτόμους εἰσηγεῖσθαι γραμμάς, καὶ ἐδείξαμεν ὡς ψευδὴς ἡ ὑπόνοια.

144

οἶον ὁ Πλάτων καὶ Ξενοκράτης συνεχώρησαν, φησίν, ὡς ἀληθεῖς ἀμφοτέρους τοὺς λόγους, Πλάτων [καὶ] τὸν τοῦ Παρμενίδου, Ξενοκράτης καὶ τὸν τοῦ Ζήνωνος. Πλάτων μὲν γὰρ τὸ παρὰ τὸ ὂν οὐκ ὂν ἀληθὲς ἔλεγεν εἶναι ... Ξενο‐
5κράτης δὲ 〈τὸν〉 τοῦ Ζήνωνος λόγον ἀπεδέχετο τὸ κυρίως ὄν, εἰ καὶ μέγεθος ἔχει, ἀδιαίρετον εἶναι λέγοντα· εἶναι γὰρ καί τινα μεγέθη διὰ σμικρότητα ἀδιαίρετα. εἰ γὰρ καὶ δοθείη, φησὶ Ξενοκράτης, πᾶν μέγεθος διαιρετὸν εἶναι, τὸ αὐτὸ ἓν καὶ πολλὰ ἔσται. καίτοι καὶ οὔτως ἀντίφασις γί‐
10νεται, εἰ ἔστι μέγεθος ἀδιαίρετον· ἔσται γὰρ μέγεθος ἀμέ‐ γεθες.

145

ὥστε καὶ ἡ μνήμη νῦν εὔλογος τοῦ ἐκ τῆς διχοτομίας λόγου καὶ τῶν οὐ καλῶς ἐνδεδωκότων αὐτῷ, ὡς εἰ μὴ εἴη τινὰ ἄτμητα μεγέθη, ἀνάγκη ἄπειρα καὶ πλήθει καὶ μεγέθεσιν εἶναι τὰ ὄντα, καὶ διὰ τοῦτο ἀτόμους γραμμὰς ὑποθεμένων,
5ἵνα καὶ πολλὰ εἴη τὰ ὄντα καὶ μὴ ἐπ’ ἄπειρον τὸ πλῆθος καὶ τὸ μέγεθος προχωροίη ... Ἐπειδὴ δὲ καὶ Ξενοκράτης σοφὸς ἦν ἀνήρ, πῶς ἄρα τὰς ἀτόμους γραμμὰς ὑπετίθετο; οὐ γὰρ δὴ τὴν φύσιν τοῦ μεγέθους ἠγνόει, ἀλλ’ οὐδὲ τῷ εἴδει διαιρετὸν ἔλεγε. τοῦτο γὰρ οὐ μόνον αἱ ἐλάχισται γραμ‐109
10μαὶ ἔχουσιν, ἀλλὰ καὶ τὰ μέγιστα σώματα. μήποτε οὖν οὐ πρὸς τὴν ἐπ’ ἄπειρον τομὴν ἐνίσταται ὁ Ξενοκράτης (οὐ γὰρ ἂν γεωμετρικὴν ἀρχὴν ἀνεῖλε γεωμετρικὸς ὢν ἀνήρ), ἀλλὰ πρὸς τὸ εἰς ἄπειρα διῃρῆσθαι ὄντων ἀεί τινων ἀτμή‐ των μεγεθῶν· ἅτινα οὐδ’ ὑπὸ τῆς φύσεως ἰσχύει καθ’ αὑτὰ
15διαιρεῖσθαι διὰ σμικρότητα, ἀλλ’ ἑνωθέντα πάλιν ἄλλοις σώμασιν, οὕτω τοῦ ὅλου διαιρουμένου, ἐν ἑαυτοῖς ἐκεῖνα δέχεται τὴν διαίρεσιν, ἣν μόνα ὄντα οὐκ ἂν ὑπέμεινεν. ὡς οὖν ὁ Πλάτων ἐπίπεδα εἶπεν εἶναι τὰ πρῶτα καὶ ἐλάχιστα σώματα, οὕτως ὁ Ξενοκράτης γραμμὰς ἀδιαιρέτους μὲν διὰ
20σμικρότητα, διαιρετὰς δὲ καὶ αὐτὰς οὔσας τῇ φύσει.

146

τί οὖν ἔτι φοβηθησόμεθα τοὺς δεινοὺς τῶν Περιπατητικῶν, οἳ δὴ ἐρωτῶσιν ἡμᾶς, ὁ Πλάτων παρείληφεν ἐνταῦθα γραμ‐ μήν; τὴν φυσικήν; ἀλλ’ ἄτοπον· πέρας γὰρ αὕτη τῶν σω‐ μάτων. ἀλλὰ τὴν μαθηματικήν; ἀλλὰ ἀκίνητος αὕτη καὶ
5οὐκ οὐσία· τὴν δὲ ψυχὴν οὐσίαν τε εἶναι καὶ χωριστὴν σωμάτων φαμέν. μάτην οὖν ταῦτα φήσομεν αὐτοὺς ἐρωτᾶν· πάλαι γὰρ γραμμὴν ἡμεῖς οὐσιώδη λέγοντες οὐ πλανόμεθα, καὶ πρὸ ἡμῶν ὁ Ξενοκράτης, ἄτομον γραμμὴν τὴν τοιαύτην ἀποκαλῶν· γελοῖον γάρ, εἴ τις ἀδιαίρετον νομίζει μέγεθος·
10ἀλλὰ δῆλον, ὅτι τὸν λόγον τῆς γραμμῆς τὸν οὐσιώδη
γραμμὴν ᾤετο χρῆναι καλεῖν.110

147

ἀμέλει τῶν θείων ἀνδρῶν ἐκείνων τινὲς ἀτόμους γραμμὰς διὰ ταύτην τὴν αἰτίαν εἰσηγούμενοι καὶ ἄποσον δυάδα αἰτίαν ἔσχον ἀλλαχοῦ μὲν ὡς ἀδύνατα λέγοντες, ἐν τούτοις δὲ ὡς περὶ μαθηματικῶν οὐ μαθηματικῶς ἀναδιδάσκοντες.
5καὶ ἔχομεν καὶ ἐκ τῶν τοῦ κατηγόρου λόγων τὴν ὑπὲρ Ξενοκράτους ἀπολογίαν, ὃς τὴν αὐτογραμμὴν οὐκ ἠνείχετο τέμνεσθαι οὐδὲ τὰς κατὰ τοὺς μέσους λόγους τῆς ψυχῆς ὁρωμένας γραμμάς· ἀφ’ ἧς αἰτίας καὶ τοὺς ἀριθμοὺς ἐν λόγοις ὁρῶν καὶ εἴδεσιν ἀδιαιρέτους ἐφύλαττε· καὶ γὰρ τοὺ
10μαθηματικοὺς κατὰ τὸ εἶδος ἑώρα μᾶλλον, ἀλλ’ οὐχὶ κατὰ τὴν ὑποκειμένην τῶν μονάδων χύσιν.

148

Ξενοκράτης καὶ Διόδωρος ἀμερῆ τὰ ἐλάχιστα ὡρίζοντο.

149

καὶ μὴν ἀμερές γε λέγεται καὶ ἀμέριστον τὸ μὲν σῶμα μι‐ κρότητι, τὸ δ’ ἀσώματον καὶ νοητὸν ὡς ἁπλοῦν καὶ εἰλικ‐ ρινὲς καὶ καθαρὸν ἁπάσης στερεότητος καὶ διαφορᾶς. καὶ ἄλλως εὔηθές ἐστι τοῖς σωματικοῖς τεκμαίρεσθαι περὶ τῶν
5ἀσωμάτων.111

150

οὐ γὰρ εἰ ἑνὸς πλείονα ὀνόματα κατηγορεῖται, ἤδη πάντως πολυώνυμά ἐστιν, ἀλλ’ εἰ καὶ καθ’ ἓν τὸ αὐτὸ λέγεται· ὡς ἀμερὲς καὶ ἐλάχιστον δύο μέν ἐστιν ὀνόματα καὶ καθ’ ἑνὸς λέγεται πράγματος.

151

Ἐμπεδοκλῆς καὶ Ξενοκράτης ἐκ μικροτέρων ὄγκων τὰ στοιχεῖα συγκρίνει, ἅπερ ἐστὶν ἐλάχιστα καὶ οἱονεὶ στοιχεῖα στοιχείων.

152

Τί οὖν; οὐχὶ καὶ Πλάτωνι συνέβαινε καὶ Ἀριστοτέλει καὶ Ξενοκράτει χρυσὸν ἐκ μὴ χρυσοῦ καὶ λίθον ἐκ μὴ λίθου καὶ τἆλλα γεννᾶν ἐκ τεσσάρων ἁπλῶν καὶ πρώτων ἅπαντα.

153

ἣν δέ τινες βοήθειαν ἐπιχειροῦσι φέρειν ἑαυτοῖς τῶν λεγόν‐ των ἄφθαρτον μὲν εἶναι γενόμενον δέ, οὐκ ἔστιν ἀληθής· ὁμοίως γάρ φασι τοῖς τὰ διαγράμματα γράφουσι καὶ σφᾶς εἰρηκέναι περὶ τῆς γενέσεως, οὐχ ὡς γενομένου ποτέ, ἀλλὰ
5διδασκαλίας χάριν ὡς μᾶλλον γνωριζόντων, ὥσπερ τὸ διά‐ γραμμα γιγνόμενον θεασαμένους. τοῦτο δ’ ἐστίν, ὥσπερ λέ‐ γομεν, οὐ τὸ αὐτό ... ἐξ ἀτάκτων γάρ ποτε τεταγμένα γε‐ νέσθαι φασίν, ἅμα δὲ τὸ αὐτὸ ἄτακτον εἶναι καὶ τεταγμένον
ἀδύνατον, κτλ.112

154

Δοκεῖ μὲν πρὸς Ξενοκράτην μάλιστα καὶ τοὺ Πλατωνικοὺς ὁ λόγος τείνειν, διότι ἐξ ἀτάκτου καὶ πλημμελοῦς γεγονέναι τὸν κόσμον φασί, τοῦ Πλάτωνος εἰπόντος· παραλαβὼν γὰρ ὁ θεὸς πᾶν, ὅσον ἦν ὁρατόν, “οὐχ ἡσυχίαν ἄγον, ἀλλὰ
5κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας”. οὗτοι οὖν γενητὸν καὶ ἄφθαρτον λέγοντες τὸν κόσμον τὴν γένεσιν οὐχ ὡς ἀπὸ χρόνου φασὶ δεῖν ἀκούειν, ἀλλ’ ἐξ ὑποθέσεως εἰρημένην διδασκαλίας χάριν τῆς τάξεως τῶν ἐν αὐτῷ προτέρων τε καὶ συνθετωτέρων. ἐπειδὴ γὰρ
10τῶν ἐν τῷ κόσμῳ τὰ μὲν στοιχεῖά ἐστι, τὰ δὲ ἐκ τῶν στοι‐ χείων, οὐκ ἦν ῥᾴδιον γνῶναι τὴν τούτων διαφοράν, καὶ ὅπως ἐκ τῶν ἁπλουστέρων γίνεται τὰ σύνθετα, τὸν μὴ ἀναλύσαντα τῇ ἐπινοίᾳ τὰ σύνθετα εἰς τὰ ἁπλᾶ καὶ σκο‐ ποῦντα πῶς, εἰ τὰ ἁπλᾶ καθ’ αὑτὰ ἦν, ἐξ ἀρχῆς ἀπ’
15αὐτῶν ἂν ἐγεγόνει τὰ σύνθετα, ὥσπερ ἐπὶ τῶν διαγραμ‐ μάτων οἱ μαθηματικοὶ τὴν φύσιν αὐτῶν ζητοῦντες τὰ σύνθετα εἰς τὰ ἁπλᾶ ἀναλύουσι, καὶ ὅπως ἐξ ἐκείνων ἐγέ‐ νετο ἄν, εἴπερ ἐξ ἀρχῆς ἐγίνετο, σκοποῦσιν, οἷον ὅτι τὸ τρίγωνον ἐκ τριῶν εὐθειῶν κατὰ γωνίας συντιθεμένων, ὁ
20δὲ κύβος ἐκ τετραγώνων ἓξ κατὰ γωνίας καὶ γραμμὰς ἀλλ’ οὐχὶ κατὰ τὰ ἐπίπεδα συντιθεμένων.

155

ταῦτα πρὸς Ξενοκράτη εἴρηται ἀπολογούμενον ὑπὲρ Πλά‐ τωνος καὶ λέγοντα ὅτι γενόμενον εἷπε τὸν κόσμον ὁ Πλάτων οὐ τοῦτο βουλόμενος, ἀλλὰ διδασκαλίας χάριν ἔφησεν ἐκ τῆς ὕλης τῆς προηγουμένης καὶ τοῦ εἴδους γεγονέναι τὸν
5κόσμον, ὡς ἔχει ἐπὶ τῶν μαθημάτων.113

156

ὁ Ξενοκράτης καὶ ὁ Σπεύσιππος ἐπιχειροῦντες βοηθῆσαι τῷ Πλάτωνι ἔλεγον ὅτι οὐ γενητὸν τὸν κόσμον ὁ Πλάτων ἐδό‐ ξαζεν ἀλλὰ ἀγένητον, χάριν δὲ διδασκαλίας καὶ τοῦ γνω‐ ρίσαι καὶ παραστῆσαι αὐτὸ ἀκριβέστερον ἔλεγε τοῦτον
5γενητόν.

157

ἀδύνατον ταῦτα πρὸς τὸν Ξενοκράτην λέγοντα ὑπὲρ τοῦ Πλάτωνος ὅτι λέγων ὁ Πλάτων τὸν κόσμον γενητὸν καὶ ἄφθαρτον, οὐ τοῦτο δηλοῖ, ὅτι οὐχὶ πεφυκώς ἐστι φθαρῆναι, ἀλλ’ ὅτι ἐφθάρθαι δυνάμενος συγκρατούμενος παρὰ τοῦ θεοῦ
5μένει.

158

τὰ δ’ αὐτὰ καὶ περὶ τοῦ κόσμου διανοούμενον ἐπίστασθαι μὲν ἀίδιον ὄντα καὶ ἀγένητον τὸ δὲ ᾧ τρόπῳ συντέτακται καὶ διοικεῖται καταμαθεῖν οὐ ῥᾴδιον ὁρῶντα τοῖς μήτε γέ‐ νεσιν αὐτοῦ μήτε τῶν γενητικῶν σύνοδον ἐξ ἀρχῆς προϋ‐
5ποθεμένοις ταύτην τὴν ὁδὸν τραπέσθαι.

159

Ξενοκράτης μέτρον τῶν γενητῶν καὶ κίνησιν ἀίδιον.114

160

ταύτην δὲ Ξενοκράτης μίμημα τοῦ κόσμου φησὶν εἶναι.

161

Ἐφορῶσι δὲ πρῶτον μὲν αὐτῆς σελήνης τὸ μέγεθος καὶ τὸ κάλλος καὶ τὴν φύσιν οὐχ ἁπλῆν οὐδ’ ἄμικτον, ἀλλ’ οἷον ἄστρου σύγκραμα καὶ γῆς οὖσαν· ὡς γὰρ ἡ γῆ πνεύ‐ ματι μεμιγμένη καὶ ὑγρῷ ** μαλακὴ γέγονε καὶ τὸ αἷμα
5τῇ σαρκὶ παρέχειν τὴν αἴσθησιν ἐγκεκραμένον, οὕτω τῷ αἰθέρι λέγουσι τὴν σελήνην ἀνακεκραμένην διὰ βάθους ἅμα μὲν ἔμψυχον εἶναι καὶ γόνιμον, ἅμα δ’ ἰσόρροπον ἔχειν τὴν πρὸς τὸ βαρὺ συμμετρίαν τῆς κουφότητος. καὶ γὰρ αὐτὸν οὕτω τὸν κόσμον ἐκ τῶν ἄνω καὶ τῶν κάτω φύσει φερομέ‐
10νων συνηρμοσμένον ἀπηλλάχθαι παντάπασι τῆς κατὰ τό‐ πον κινήσεως. ταῦτα δὲ καὶ Ξενοκράτης ἔοικεν ἐννοῆσαι θείῳ τινὶ λογισμῷ τὴν ἀρχὴν λαβὼν παρὰ Πλάτωνος. Πλάτων γάρ ἐστιν ὁ καὶ τῶν ἀστέρων ἕκαστον ἐκ γῆς καὶ πυρὸς συνηρμόσθαι διὰ τῶν ** μεταξὺ φύσεων ἀναλο‐
15γίᾳ δοθεισῶν ἀποφηνάμενος· οὐδὲν γὰρ εἰς αἴσθησιν ἐξικ‐ νεῖσθαι, ᾧ μή τι γῆς ἐμμέμικται καὶ φωτός. ὁ δὲ Ξενο‐ κράτης τὰ μὲν ἄστρα καὶ τὸν ἥλιον ἐκ πυρός φησι καὶ τοῦ πρώτου πυκνοῦ συγκεῖσθαι, τὴν δὲ σελήνην ἐκ τοῦ δευτέρου πυκνοῦ καὶ τοῦ ἰδίου ἀέρος, τὴν δὲ γῆν ἐξ ὕδατος καὶ πυρὸς
20καὶ τοῦ τρίτου τῶν πυκνῶν· ὅλως δὲ μήτε τὸ πυκνὸν αὐτὸ καθ’ αὑτὸ μήτε τὸ μανὸν εἶναι ψυχῆς δεκτικόν.

162*

Ξενοκράτης κατὰ μιᾶς ἐπιφανείας οἴεται κεῖσθαι τοὺς
ἀστέρας.115

163

ἀπὸ δὲ τῶν νόννων καὶ αὐτῶν ἕως τῶν εἰδῶν καὶ αὐτῶν μόνας ἐννέα μέσας παρετηρήσαντο, ὅτι οἰκειότατος καὶ προσφυὴς ὁ ἐννέα ἀριθμὸς τῇ σελήνῃ. οὗτος γὰρ ἐαυτὸν γεννᾷ κατὰ Ξενοκράτην, ἀόριστος γὰρ ἡ ἄχρι ἐννεάδος πρό‐
5βασις καὶ πλήθει σύνοικος.

165

ἐπεὶ δὲ καὶ κινητικὸν ἐδόκει ἡ ψυχὴ εἶναι καὶ γνωριστικὸν οὕτως, ἔνιοι συνέπλεξαν ἐξ ἀμφοῖν, ἀποφηνάμενοι τὴν ψυ‐ χὴν ἀριθμὸν κινοῦνθ’ ἑαυτόν.

166

οἶον εἴ τις ἀξιώσειε ψυχὴν εἶναι τὸ αὐτὸ αὑτῷ αἴτιον τοῦ ζῆν, τοῦτο δ’ ἀριθμὸν αὐτὸν κινοῦντα.

167

ὁμοίως δὲ καὶ ὅτι ἡ ψυχὴ οὐκ ἀριθμός, διελόμενον ὅτι πᾶς ἀριθμὸς ἢ περιττὸς ἢ ἄρτιος· εἰ γὰρ ἡ ψυχὴ μήτε περιττὸν μήτε ἄρτιον, δῆλον ὅτι οὐκ ἀριθμός.116

168

τοιοῦτος δὲ καὶ ὁ τῆς ψυχῆς ὅρος, εἰ ἀριθμὸς αὐτὸς αὑτὸν κινῶν ἐστίν·

169

Πυθαγόρας ἀριθμὸν αὑτὸν κινοῦντα, τὸν δὲ ἀριθμὸν ἀντὶ τοῦ νοῦ παραλαμβάνει. Ὁμοίως δὲ καὶ Ξενοκράτης.

170

ὁ δέ γε Πυθαγόρας ἀριθμὸν ἑαυτὸν κινοῦντα· ξυνεφώνησε δὲ τῷ λόγῳ καὶ Ξενοκράτης· κτλ.

171

καὶ γὰρ ἡ ψυχῆς οὐσία κατὰ τοὺς παλαιοὺς ἀριθμὸς ἦν αὐτὸς ἑαυτὸν κινῶν.

172

εἰ δὴ κατὰ Ξενοκράτην ψυχή ἐστιν ἀριθμὸς αὑτὸν κινῶν. κτλ.

173

Οἷον εἰ ἀποδοίη τις ὁρισμὸν τῆς ψυχῆς ὅτι ἀριθμός ἐστιν αὐτὸς ἑαυτὸν κινῶν ... ἔστι δὲ Ξενοκράτους ... ἡ ψυχὴ τὸ σῶμα περιορίζει, καὶ αὐτή ἐστιν ἡ διδοῦσα τῷ ζῴῳ τὰς ἀφορμὰς τῆς κινήσεως, καθ’ ὃν τρόπον κινεῖται. τούτου χάριν117
5γὰρ εἶπε ‘κινῶν αὐτὸς ἑαυτόν‘.

174

ὥσπερ ψυχῆς ὁρισμὸς τὸ ἀριθμὸν αὐτὸς ἑαυτὸν κινῶν· τὸ γὰρ ‘ἀριθμόσ‘ ἐκ περιττοῦ κεῖται· καὶ γὰρ τὸ αὐτὸ ἑαυτὸ κινοῦν χωρὶς τοῦ ἀριθμοῦ τὴν ψυχὴν δηλοῖ ... ἄλλως τε καὶ ὁ ἀριθμὸς οὐκ ἔστι γένος τῆς ψυχῆς. ὥσπερ δή τινος
5ἐνισταμένου καὶ λέγοντος ‘πῶς φὴς ὅτι ἀφαιρεθέντος τοῦ ἀριθμοῦ οὐ λυμαίνεται ὁ ὁρισμός; γένος γάρ ἐστι τῆς ψυχῆς ὁ ἀριθμὸς κατὰ Ξενοκράτην καὶ Πλάτωνα, καὶ δεῖ τῆς προσθήκης τοῦ ἀριθμοῦ ὡς γένους ἐν τῷ ὁρισμῷ‘, κτλ.

175

καὶ εἰ τοῦ αὐτοῦ εἴδους ὁμοίως πρὸς ἄμφω ἔχοντος εἰς τὸ χεῖρον καὶ μὴ εἰς τὸ βέλτιον γένος ἔθηκεν, οἷον τὴν ψυχὴν ὅπερ κίνησιν ἢ κινούμενον. ὁμοίως γὰρ ἡ αὐτὴ στατικὴ καὶ κινητικὴ δοκεῖ εἶναι, ὥστ’ εἰ βέλτιον ἡ στάσις, εἰς τοῦτο
5ἔδει τὸ γένος θεῖναι.

178

Ἀλλὰ καὶ τοῦτον ἁπλῶς μὲν οὕτως ἔνιοι τῶν Πυθαγο‐ ρείων τῇ ψυχῇ συναρμόζουσιν· ὡς δ’ αὐτοκίνητον Ξενοκρά‐ της, κτλ.118

179

καὶ γὰρ ἂν ὑπὲρ ὁρισμοῦ ζητῶμεν διαλεκτικῶς, πρότασιν αὐτὸν ποιήσαντες οὕτω ζητοῦμεν, οἷον ἆρ’ ἐστὶν ἡ ψυχὴ ἀριθμὸς ἑαυτὸν κινῶν, ὡς ἐνόμιζε Ξενοκράτης.

180

Ξενοκράτης δὲ ἀριθμὸν αὐτὴν θέμενος ἐν ποσῷ δοκεῖ.

181

πολλὴ γὰρ περὶ τούτου ἡ ἀμφιβολία· οἱ μὲν γὰρ αὐτὴν ὑπὸ τὴν οὐσίαν ἀνάγουσιν, οἱ δὲ ὑπὸ τὸ ποσόν, ὧν ἐστι καὶ Ξενοκράτης· ἀριθμὸς γάρ, φησί, κινῶν ἑαυτόν ἐστιν ἡ ψυχή, ὁ δὲ ἀριθμὸς ὑπὸ τὸ ποσόν, εἰ δὴ τοῦτο ἔλεγεν ἐκεῖνος,
5καὶ μὴ ἄλλο τι διὰ τούτου ᾐνίττετο.

182

τοιοῦτός ἐστι καὶ ὁ ὑπὸ Ξενοκράτους τῆς ψυχῆς ἀποδοθεὶς ὁρισμός· ἀριθμὸς γάρ, φησίν, κινῶν ἑαυτόν.

183

Αἰνίττεται εἰς Πλάτωνα καὶ Ξενοκράτην καὶ Ἀλκμαίωνα· καὶ οὗτοι οὖν, φησίν, οἰκειότατον ὑπειλήφασι τῇ ψυχῇ εἶναι τὸ κινεῖν. ἀλλ’ ἐπειδὴ ἐνόμισαν μὴ δύνασθαι κινεῖν μὴ κινουμένην, αὐτοκίνητον εἰρήκασι τὴν ψυχήν ... καὶ119
5Ξενοκράτης δὲ λέγων τὴν ψυχὴν ἀριθμὸν ἐαυτὸν κινοῦντα αὐτοκίνητον αὐτὴν ἔλεγεν.

184

Ξενοκράτης ὁ τούτου διάδοχος ἀπ’ ἀμφοτέρων ὁρίζεται τὴν ψυχὴν εἰπὼν αὐτὴν ἀριθμὸν εἶναι κινοῦντα ἑαυτόν, διὰ μὲν τὸ γνωστικὴν εἶναι αὐτὴν τῶν ὄντων ἀριθμὸν εἰπὼν ὡς Πυθαγόρειος (ἀρχὴ γὰρ πάντων ὁ ἀριθμὸς κατ’ αὐτούς),
5διὰ δὲ τὸ κινητικὴν εἶναι τὸ αὐτοκίνητον ἀναθεὶς αὐτῇ· ἀρχὴ γὰρ καὶ πηγὴ πάσης κινήσεως κατ’ αὐτοὺς τὸ αὐτο‐ κίνητον.

185

ὡς ὁ Ξενοκράτης βουλόμενος δεῖξαι τὸ ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν ὁρισμὸν εἶναι τῆς ψυχῆς ἐλάμβανε μέσον ὅρον τὸ αἴτιον αὐτὸ ἑαυτῷ τοῦ ζῆν.

186

καὶ τὰς ἰδέας οἱ τῶν φιλοσόφων ἀκριβέστεροι ἀριθμοὺς ὠνομάκασι· καὶ τὴν ψυχὴν ἀριθμὸν ἑαυτὸν κινοῦντα ἕτερός
τις τῶν φιλοσόφων ὡρίσατο.120

187

ὥσπερ ὁ Ξενοκράτης ὁριζόμενος εἶπε· ψυχή ἐστιν ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν.

188

ἐπεὶ δὲ τῶν δοκιμωτάτων ἀνδρῶν τοὺς μὲν Ξενοκράτης προ‐ σηγάγετο, τῆς ψυχῆς τὴν οὐσίαν ἀριθμὸν αὐτὸν ὑφ’ ἑαυ‐ τοῦ κινούμενον ἀποφηνάμενος, οἱ δὲ Κράντορι τῷ Σολεῖ προσέθεντο, μιγνύντι τὴν ψυχὴν ἔκ τε τῆς νοητῆς καὶ τῆς
5περὶ τὰ αἰσθητὰ δοξαστῆς φύσεως, οἶμαί τι τὴν τούτων ἀνακαλυφθέντων σαφήνειαν ὥσπερ ἐνδόσιμον ἡμῖν παρέ‐ ξειν. Ἔστι δὲ βραχὺς ὑπὲρ ἀμφοῖν ὁ λόγος. οἱ μὲν γὰρ οὐδὲν ἢ γένεσιν ἀριθμοῦ δηλοῦσθαι νομίζουσι τῇ μίξει τῆς ἀμε‐
10ρίστου καὶ μεριστῆς οὐσίας· ἀμέριστον μὲν γὰρ εἶναι τὸ ἓν μεριστὸν δὲ τὸ πλῆθος ἐκ δὲ τούτων γίγνεσθαι τὸν ἀριθ‐ μὸν τοῦ ἑνὸς ὁρίζοντος τὸ πλῆθος καὶ τῇ ἀπειρίᾳ πέρας ἐντιθέντος, ἣν καὶ δυάδα καλοῦσιν ἀόριστον (καὶ Ζαράτας ὁ Πυθαγόρου διδάσκαλος ταύτην μὲν ἐκάλει τοῦ ἀριθμοῦ
15μητέρα τὸ δὲ ἓν πατέρα· διὸ καὶ βελτίονας εἶναι τῶν ἀριθ‐ μῶν ὅσοι τῇ μονάδι προσεοίκασι), τοῦτον δὲ μήπω ψυχὴν τὸν ἀριθμὸν εἶναι· τὸ γὰρ κινητικὸν καὶ τὸ κινητὸν ἐνδεῖν αὐτῷ. τοῦ δὲ ταὐτοῦ καὶ τοῦ ἑτέρου συμμιγέντων, ὧν τὸ μέν ἐστι κινήσεως ἀρχὴ καὶ μεταβολῆς τὸ δὲ μονῆς, ψυχὴν
20γεγονέναι, μηδὲν ἧττον τοῦ ἱστάναι καὶ ἵστασθαι δύναμιν ἢ τοῦ κινεῖσθαι καὶ κινεῖν οὖσαν ... Ὁμαλῶς δὲ πάντες οὗτοι χρόνῳ μὲν οἴονται τὴν ψυχὴν μὴ γεγονέναι μηδ’ εἶναι γενητὴν πλείονας δὲ δυνάμεις ἔχειν, εἰς ἃς ἀναλύοντα θεω‐ ρίας ἕνεκα τὴν οὐσίαν αὐτῆς λόγῳ τὸν Πλάτωνα γιγνο‐
25μένην ὑποτίθεσθαι καὶ συγκεραννυμένην· τὰ δ’ αὐτὰ καὶ περὶ τοῦ κόσμου διανοούμενον ἐπίστασθαι μὲν ἀίδιον ὄντα καὶ ἀγένητον τὸ δὲ ᾧ τρόπῳ συντέτακται καὶ διοικεῖται
καταμαθεῖν οὐ ῥᾴδιον ὁρῶντα τοῖς μήτε γένεσιν αὐτοῦ μήτε τῶν γενητικῶν σύνοδον ἐξ ἀρχῆς προϋποθεμένοις ταύτην τὴν121
30ὁδὸν τραπέσθαι.

189

ὅλως γὰρ εἰ ἔστιν ἐν αὐτῇ μὴ μόνον τὸ μεριστόν, ἀλλ’ ὁμοῦ καὶ τὸ ἀμέριστον, δεῖ δήπουθεν ἑκάτερον εἶναί πως μένον, τὸ μὲν κατὰ τὸ ἐν αὐτῇ ἑνοειδές, τὸ δὲ κατὰ τὸ πληθυόμενον, καὶ μήτε τὴν διαίρεσιν ἀφανίζειν τὸ ἓν μήτε
5τὴν ἕνωσιν τὸν μερισμόν, καὶ τοῦτ’ ἦν, ὡς ἔοικεν, ὃ καὶ Ξενοκράτης ἀκούσας τοῦ καθηγεμόνος ᾐνίξατο λέγων κατ’ ἀριθμὸν εἶναι τὴν ψυχὴν οὐσίαν, ἐξ οὐσιῶν μίαν πολλῶν αὐτὴν ὑπάρχειν δηλῶν κατ’ οὐσίαν οὖσαν ἀριθμόν, ὅλην δι’ ὅλης ἑαυτῆς μένουσαν, ἅμα μίαν καὶ διαιρουμένην εἰς
10πλῆθος μερῶν οὐσιωδῶν.

190

Πυθαγόρας δὲ συμβολικῶς εἰκάζειν ἀεὶ καὶ τὸν θεὸν καὶ πάντα τοῖς ἀριθμοῖς εἰωθὼς, ὡρίσατο καὶ τὴν ψυχὴν, ἀριθμὸν ἑαυτὸν κινοῦντα· ᾧ καὶ Ξενοκράτης ἠκολούθησεν· οὐχ ὅτι ἀριθμός ἐστιν ἡ ψυχὴ, ἀλλ’ ὅτι ἐν τοῖς ἀριθμητοῖς
5ἐστι, καὶ ἐν τοῖς πεπληθυσμένοις, καὶ ὅτι ἡ ψυχή ἐστιν ἡ διακρίνουσα τὰ πράγματα, τῷ μορφὰς καὶ τύπους ἑκάστοις ἐπιβάλλειν. Αὕτη γάρ ἐστιν, ἡ τὰ εἴδη ἀπὸ τῶν εἰδῶν χωρίζουσα, καὶ διάφορα αὐτὰ ἀποφαίνουσα, τῇ τε ἑτερό‐ τητι τῶν εἰδῶν καὶ τῷ πλήθει τοῦ ἀριθμοῦ, καὶ διὰ τοῦτο
10ἀριθμητὰ ποιοῦσα τὰ πράγματα· ὅθεν οὐ παντάπασιν ἀπήλ‐ λακται τῆς κατὰ τοὺς ἀριθμοὺς κοινωνίας. Τὸ δὲ αὐτοκίνη‐
τον καὶ αὐτῇ προσεμαρτύρησεν.122

191

Πυθαγόρας ἀριθμὸν ἑαυτὸν κινοῦντα (λέγει τὴν ψυχήν)· Ξενοκράτης δὲ καὶ ἀριθμὸν συνεχῆ καὶ ἀναθυμίασιν τοῦ παντός.

192

Ξενοκράτους ὁ τῆς ψυχῆς οὗτος λόγος βουλομένου τὴν μεσότητα αὐτῆς τῶν τε εἰδῶν καὶ τῶν εἰδοποιουμένων ἅμα καὶ τὸ ἴδιον αὐτῆς ἐνδείξασθαι· ὁ γὰρ ἀριθμὸς τὸ εἶδος, τὸ δὲ κινητὸν τοῖς εἰδοποιουμένοις προσήκει. ἐν μὲν οὖν τῶν
5ἄκρων μονονοὺ † δηλοῖ τὸ οὔτε ἀριθμὸς ἁπλῶς ἔσται οὔτε κινητόν· τοῦ μὲν γὰρ ὑφεῖται, ᾗ τοῦ ἀμερίστου ἐκβέβληται, τοῦ δέ ἐστι κρείττων, ᾗ τοῦ μεριστοῦ ὑπερέχει. τὸ συναμφό‐ τερον οὖν ἄν πως εἴη ὡς ἀμφοτέροις κοινωνοῦσα, ἀριθμὸς κινητός. κατὰ δὲ τὸ οἰκεῖον τῆς μεσότητος ὑφ’ ἑαυτοῦ κινη‐
10τὸς λέγεται, ὅτι οὐχ ὡς διαστατική ἐστι μέση ἡ ψυχή, οἷος ὁ φυσικὸς λόγος καὶ πρὸ τούτου κατὰ τοὺς ἄνδρας ἡ μα‐ θηματικὴ οὐσία, οὐδὲ οἷα κατὰ τὸ προϊὸν ἀπὸ νοῦ φῶς οὐσία νοερὰ μὲν ἔτι μένουσα, τῷ δὲ εἰς τὸ φανὸν καὶ σύμμετρον τοῖς ὑπὸ νοῦ καταλαμπομένοις προέρχεσθαι ἐξαγγέλλουσα
15τὸ μόνιμον καὶ κρύφιον τῆς νοερᾶς φύσεως, ἀλλὰ κατ’ αὐτὴν τὴν ζωτικὴν ἰδιότητα ἔγερσιν καὶ ζέσιν τινὰ πάσης δηλούσης ζωῆς, ἀμέριστον μὲν καὶ ἐν ἑαυτῇ μένουσαν τῆς νοερᾶς, περὶ δὲ τὰ σώματα μεριζομένην καὶ ἑτέρωθεν εἰς ἕτερα ὑφιζάνουσαν τῆς σωματοειδοῦς, τῆς δὲ ψυχικῆς τὴν
20ἀφ’ ἑαυτῆς εἰς † ἀνέλιξιν καὶ εἰς διάστασιν ἅμα συναγω‐ γήν. διὰ ταῦτα μὲν οὖν ὁ Ξενοκράτης ἀριθμὸν αὐτὸν ἑαυτὸν κινοῦντα τὴν ψυχὴν ἀπεφήνατο. ὁ δὲ Ἀριστοτέλης τὸν ἀριθμὸν ὁριστικὸν προειπὼν καὶ τῶν γνωστῶν καὶ τῶν γνωστικῶν, ἐπὶ τῆς ψυχῆς εὐλόγως ὡς γνωστικὸν εἰρῆσθαι
25ἀκούει, καὶ διὰ τοῦτο τοὺς εἰπόντας τὴν ψυχὴν ἀριθμὸν αὐτὸν ἑαυτὸν κινοῦντα συμπλέξαι ἔφη τὸ κινητικὸν καὶ τὸν γνωστικόν.123

193

Ὅτι μὲν τὸν Ξενοκράτους τῆς ψυχῆς ὁρισμὸν διακαθαίρει, ἵνα μὴ κατὰ τὴν συνήθη τῶν ὀνομάτων χρῆσιν ἀκούωμεν, φανερόν ... ὁ μὲν οὖν Ξενοκράτης ἀριθμοὺς τὰ εἴδη καὶ αὐτὸς προσαγορεύων καὶ πᾶν εἶδος ἀμέριστον εἰδώς, τὸ δὲ
5κινούμενον μεριστὸν καὶ πάντως μετὰ τὰ εἴδη, τὴν με‐ σότητα τῆς ψυχῆς διὰ τῶν ἄκρων ἀμφοτέρων δηλοῖ, ἀριθμὸν κινούμενον αὐτὴν εἰπών, ὡς οὐχ ἁπλῶς οὖσαν εἶδος ἀλλὰ τὸ ὅλον τοῦτο εἰς μερισμὸν ὑποβάν, οὐ μερισθὲν τελέως ἀλλ’ οὐδὲ μεῖναν εἶδος, τῷ χαλάσαι καὶ ἐκλῦσαί πως τὴν ἀμέ‐
10ριστον ἕνωσιν μεταξὺ γενόμενον. καὶ διὰ τοῦτο οὐδὲ κινού‐ μενον ἁπλῶς ἀλλ’ ἑαυτὸν ἔφη κινοῦντα, ἵνα καὶ τὸ ἴδιον ἐμφήνῃ τῆς μεσότητος κεχαλασμένης μέν, ὅπερ ἡ κίνησις σημαίνει, οὐχ οὕτω δὲ ὡς τοῦ αὐτοῦ ἀποσπασθείσης.

194

ποῖον γὰρ ἄν τις ἀριθμὸν τοῖς λογισμοῖς ἢ τοῖς ἄλλοις 〈ἔργοισ〉 ἢ τοῖς πάθεσιν ὁπωσοῦν ἀποδοίη; χαλεπὸν κὰρ ἐφαρμόζειν, ὡς καὶ ἐπὶ τῆς ἁρμονίας ἔφη, εἰ ἐκ μονάδων δηλαδὴ νοοῖμεν τὸν ἀριθμόν, ἐπεὶ τῇ μεσότητι τῆς ψυχῆς,
5ἣν διὰ τοῦ ἀριθμοῦ τοῦ ἑαυτὸν κινοῦντος δηλοῦν ὁ Ξενο‐ κράτης ἐβούλετο, καθ’ αὑτὰ τῇ εἰς γένεσιν προελθούσῃ ὑπάρ‐
χει ταῦτα τὰ πάθη.124

195

πολὺ δὲ τῶν εἰρημένων ἀλογώτατον τὸ λέγειν ἀριθμὸν εἶναι τὴν ψυχὴν κινοῦνθ’ ἑαυτόν· ὑπάρχει γὰρ αὐτοῖς ἀδύ‐ νατα πρῶτα μὲν τὰ ἐκ τοῦ κινεῖσθαι συμβαίνοντα, ἴδια δ’ ἐκ τοῦ λέγειν αὐτὴν ἀριθμόν. πῶς γὰρ χρὴ νοῆσαι μονάδα
5κινουμένην, καὶ ὑπὸ τίνος, καὶ πῶς, ἀμερῆ καὶ ἀδιάφορον οὖσαν; ᾗ γάρ ἐστι κινητικὴ καὶ κινητή, διαφέρειν δεῖ. ἔτι δ’ ἐπεί φασι κινηθεῖσαν γραμμὴν ἐπίπεδον ποιεῖν, στιγμὴν δὲ γραμμήν, καὶ αἱ τῶν μονάδων κινήσεις γραμμαὶ ἔσονται· ἡ γὰρ στιγμὴ μονάς ἐστι θέσιν ἔχουσα, ὁ δ’ ἀριθμὸς τῆς
10ψυχῆς ἤδη πού ἐστι καὶ θέσιν ἔχει. ἔτι δ’ ἀριθμοῦ μὲν ἐὰν ἀφέλῃ τις ἀριθμὸν ἢ μονάδα, λείπεται ἄλλος ἀριθμός· τὰ δὲ φυτὰ καὶ τῶν ζῴων πολλὰ διαιρούμενα ζῇ καὶ δοκεῖ τὴν αὐτὴν ψυχὴν ἔχειν τῷ εἴδει. δόξειε δ’ ἂν οὐθὲν δια‐ φέρειν μονάδας λέγειν ἢ σωμάτια μικρά· ... εἰ δ’ αἱ ἐν τῷ
15σώματι στιγμαὶ ὁ ἀριθμὸς ὁ τῆς ψυχῆς, ἢ εἰ ὁ τῶν ἐν τῷ σώματι στιγμῶν ἀριθμὸς ἡ ψυχή, διὰ τί οὐ πάντα ψυχὴν ἔχουσι τὰ σώματα; στιγμαὶ γὰρ ἐν ἅπασι δοκοῦσιν εἶναι καὶ ἄπειροι. ἔτι δὲ πῶς οἷόν τε χωρίζεσθαι τὰς στιγμὰς καὶ ἀπολύεσθαι τῶν σωμάτων, εἴ γε μὴ διαιροῦνται αἱ γραμμαὶ
20εἰς στιγμάς;

196

Τὸ μὲν νῦν ἐπαγόμενον ἄτοπον τοῖς ὡς ἐκ μονάδων ἀριθμὸν ποιοῦσι τὴν ψυχήν ἐστι τὸ ἐξ ἀνάγκης τὰς μὲν τῶν μονά‐ δων κινητικὰς λέγειν, τὰς δὲ κινουμένας ... κοινοποιῶν δὲ τὸ ἄτοπον καὶ πρὸς τὴν Δημοκρίτου περὶ ψυχῆς δόξαν
5ὡς κἀκείνῃ ἑπόμενον, πρότερον τὸ ἀδιάφορον τῶν δοξῶν τῆς τε Δημοκρίτου καὶ τῆς Ξενοκράτους κατὰ τὸ πλῆθος
τι λέγειν αὐτὴν ὑπομιμνήσκει, ἵνα, ὡς εἴρηται, καὶ ἀμφο‐ τέροις κοινῇ τὸ ἐντεῦθεν ἕπηται ἄτοπον ... ἀριθμὸς οὖν κατ’ ἀμφοτέρους ἡ ψυχὴ ἐξ ἀδιαιρέτων καὶ ἀδιαφόρων.125
10οὐδὲν γὰρ διοίσει πρὸς τὸ ἀριθμὸν εἶναι τὸ τὰ μὲν σωμάτια ὄγκον ἔχειν, ὃ δὴ μέγεθος ἔφη, τὰς δὲ μονάδας εἶναι ἀμερεῖς, ἃς μικρὰς διὰ τοῦτο εἶπεν. ἀρκεῖ γὰρ τὸ ποσὸν κατὰ πλῆθος λέγειν ἑκάτερον πρὸς τὸ ἔνια μὲν κινητικὰ ἔνια δὲ κινού‐ μενα ἐξ αὐτῶν ἐξ ἀνάγκης ὁμολογεῖν.

197

Τὸ προκείμενον ἐλέγξαι τὴν Ξενοκράτους τοῦ Πλάτωνος διαδόχου περὶ ψυχῆς δόξαν, ὃς ἔλεγε τὴν ψυχὴν ἀριθμὸν εἶναι κινοῦντα ἑαυτόν. καὶ δῆλον ὅτι εἰ οὕτως ἔλεγε κατὰ τὸ φαινόμενον, εὐέλεγκτος ὁ λόγος. ἀλλ’ ὅπερ καὶ ἐν τοῖς
5ἔμπροσθεν εἶπον, οὐκ ἄν τις οὐδ’ ἄκρῳ δακτύλῳ τῶν μαθη‐ μάτων γευσάμενος τοιαῦτα ἂν εἴποι. ἔλεγεν οὖν ἀριθμὸν μὲν τὴν ψυχὴν διὰ τὸ πλήρωμα εἰδῶν εἶναι τὴν ψυχὴν καὶ λόγον ἐκ λόγων· πάντων γὰρ ἐν ἑαυτῇ τοὺς λόγους ἔχει, ὡς εἴπομεν. ἀριθμοὺς δὲ τὰ εἴδη ἐκάλουν, ὡς εἴρηται· καὶ
10αὐτὸς γοῦν ἐν τοῖς ἑξῆς φησιν ‘καὶ εὖ δὴ οἱ λέγοντες τὴν ψυχὴν τόπον εἰδῶν‘. ἀριθμὸν μὲν οὖν διὰ τοῦτο, κινοῦντα δὲ αὑτὸν διὰ τὸ αὐτοζωὸν αὐτῆς· οὐ γὰρ ὑφ’ ἑτέρου αὐτῇ τὸ ζῆν· αὐτοζωὴ γάρ ἐστιν. ὁ δὲ Ἀριστοτέλης, ὡς εἴωθεν, ἐλέγχει τὸ φαινόμενον τοῦ λόγου.

198

Συνελάσαι βούλεται τὴν Ξενοκράτους δόξαν εἰς τὴν Δημο‐
κρίτου. ἔλεγε δὲ ἐκεῖνος ἐκ σφαιρικῶν ἀτόμων τὴν ψυχὴν συνίστασθαι. ἐὰν οὖν, φησί, τὸ μέγεθος τῶν ἀτόμων ἀφέλῃ τις, ἔσονται στιγμαί, ὥστε τὰ αὐτὰ ἀμφοτέροις ἀκολουθήσει126
5ἄτοπα. οὐδὲν δὲ τὴν ὑπόθεσιν Δημοκρίτου λυμαίνεται τὸ ἀφελεῖν τῶν ἀτόμων τὸ συνεχές· οὐδὲ γὰρ διὰ τὸ συνεχῆ σώματα εἶναι ἔλεγεν αὐτὰ κινεῖσθαι, ἀλλὰ διὰ τὸ πλῆθος αὐτῶν τῇ ἀντωθήσει τῇ πρὸς ἄλληλα. οὕτω δὲ καὶ Ξε‐ νοκράτης οὐκ ἐπειδὴ ἀμερῆ ὑπετίθετο τὰ ἐξ ὧν ἡ ψυχή,
10τὰς μονάδας λέγω, διὰ τοῦτο ἔλεγεν αὐτὰ κινεῖσθαι, ἀλλὰ διότι ποσὸν ἦν τὸ ἐξ αὐτῶν, ὁ ἀριθμός. κατὰ τοῦτο ἄρα συμφωνοῦσι, καθὸ καὶ κινεῖσθαι ἔλεγον ὁ μὲν τὰς ἀτόμους, ὁ δὲ τὸν ἀριθμόν. ἀκολουθεῖ δὲ ἐξ ἀνάγκης ἀμφοτέροις τὸ τὰ μὲν ἢ τῶν ἀτόμων ἢ τῶν ἀριθμῶν λέγειν κινεῖσθαι, τὰ
15δὲ κινεῖν· δέδεικται γὰρ αὐτῷ ἐν τῷ Ζ καὶ Η τῆς Φυσικῆς ὅτι τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ἀδύνατον καὶ κινεῖν καὶ κινεῖσθαι οὔτε ἐπὶ τοῦ συνεχοῦς ποσοῦ οὔτε ἐπὶ τοῦ διωρισμένου. ἀκο‐ λουθεῖ δὲ τούτοις τοῦτο, ὅτι ἑκάτερος αὐτῶν διωρισμένον ποσὸν ποιεῖ τὴν ψυχὴν αὐτοκίνητον· ὥστε εἰ τῶν ἀτόμων
20καὶ τῶν ἀριθμῶν οἱ μὲν κινοῦσιν, οἱ δὲ κινοῦνται, ἔσται μὲν τὸ ὅλον σύστημα αὐτοκίνητον, ὥσπερ καὶ τὸ ὅλον ζῷον λέγεται αὐτοκίνητον, καίτοι τοῦ μὲν κινοῦντος τοῦ δὲ κι‐ νουμένου, ἀλλ’ ὥσπερ ἐν ζῴῳ τὸ κινοῦν ἡ ψυχὴ καὶ οὐ τὸ κινούμενον, οὕτω καὶ ἐπὶ τοῦ τῆς ψυχῆς ἀριθμοῦ οὐ πᾶς
25ἔσται ψυχὴ ἀλλ’ αἱ κινοῦσαι μονάδες· ὁμοίως καὶ ἐπὶ τῶν σφαιρικῶν ἀτόμων αἱ κινοῦσαι ψυχή. ταύτῃ οὖν εἰς τὴν αὐτὴν δόξαν συμφέρεται Δημόκριτός τε καὶ Ξενοκράτης. ... εἴποι δ’ ἄν τις μὴ ἀληθὲς εἶναι τὸ εἰς ταὐτὸ κατὰ πάντα συμφέρεσθαι τήν τε Δημοκρίτου δόξαν καὶ τὴν Ξενοκράτους·
30οὐ γὰρ ἁπλῶς ποσὸν ἐποίει τὴν ψυχὴν ὁ Δημόκριτος διωρι‐ σμένον, ὥσπερ Ξενοκράτης· ὑπετίθετο γοῦν μὴν ἐκ τῶν τυχουσῶν ἀτόμων εἶναι τὴν ψυχήν, ἀλλ’ ἐκ τῶν σφαιρικῶν, ἵνα τὴν αἰτίαν ἀποδῷ τῆς κινήσεως. οὐ καλῶς οὖν εἰς
ταὐτὸν ἀπάγει ἀμφοτέρας τὰς δόξας.127

203

Ἔτι ἡ ψυχὴ, εἰ μὲν τρέφεται, ὑπὸ ἀσωμάτου τρέφεται· τὰ γὰρ μαθήματα τρέφει αὐτήν· οὐδὲν δὲ σῶμα ὑπὸ ἀσωμάτου
τρέφεται· οὐκ ἄρα σῶμα ἡ ψυχή. Ξενοκράτης οὕτω συνῆγεν.128

205

Πυθαγόρας Ἀναξαγόρας Πλάτων Ξενοκράτης Κλεάνθης θύραθεν εἰσκρίνεσθαι τὸν νοῦν.

206

Ὁ δὲ Ξενοκράτης, καὶ ταῦτα τρίτος ἀπὸ Πλάτωνος ὤν— Σπευσίππου γὰρ τοῦ Πλάτωνος ἀδελφιδοῦ γεγένηται φοι‐ τητής—τὸ μὲν αἰσθητικὸν εἶναι τῆς ψυχῆς ἔφη, τὸ δὲ
λογικόν.129

209

Ὁ Ξενοκράτης ἅτε δὴ Πλάτωνος ὢν μαθητὴς χωριστὴν ἔλεγεν εἶναι τὴν ψυχὴν τοῦ σώματος, ᾧ δῆλον ὅτι οὐκ ἀριθμὸν τοῦτον τὸν συνεγνωσμένον ἡμῖν αὐτὴν ἔλεγε (πῶς γὰρ ἐγχωρεῖ ἀριθμὸν καθ’ αὑτὸν εἶναι;) ἀλλὰ κατὰ ἀνα‐
5λογίαν.

210

Καὶ Πυθαγόρας μὲν καὶ Ἀναξαγόρας καὶ Διογένης καὶ Πλά‐ των καὶ Ἐμπεδοκλῆς καὶ Ξενοκράτης ἄφθαρτον εἶναι τὴν ψυχὴν ἀπεφήναντο· κτλ.

211

Ὅτι οἱ μὲν ἀπὸ τῆς λογικῆς ψυχῆς ἄχρι τῆς ἐμψύχου ἕξεως ἀπαθανατίζουσιν, ὡς Νουμήνιος· οἱ δὲ μέχρι τῆς φύ‐ σεως, ὡς Πλωτῖνος ἔνι ὅπου· οἱ δὲ μέχρι τῆς ἀλογίας, ὡς τῶν μὲν παλαιῶν Ξενοκράτης καὶ Σπεύσιππος, τῶν δὲ νεω‐
5τέρων Ἰάμβλιχος καὶ Πλούταρχος· κτλ.

212

Δημοσθένης δὲ εὐσχήμονος θανάτου βίον προκρινεῖ ἀσχή‐ μονα, τῶν Ξενοκράτους καὶ Πλάτωνος ὑπὲρ ἀθανασίας λό‐ γων ἐκλαθόμενος;

213

Ξενοκράτης Ἀγαθήνορος Καλχηδόνιος τὴν μονάδα καὶ τὴν δυάδα θεούς, τὴν μὲν ὡς ἄρρενα πατρὸς ἔχουσαν τάξιν ἐν οὐρανῷ βασιλεύουσαν, ἥντινα προσαγορεύει καὶ Ζῆνα καὶ περιττὸν καὶ νοῦν, ὅστις ἐστὶν αὐτῷ πρῶτος θεός· τὴν δ’130
5ὡς θήλειαν, μητρὸς θεῶν δίκην, τῆς ὑπὸ τὸν οὐρανὸν λή‐ ξεως ἡγουμένην, ἥτις ἐστὶν αὐτῷ ψυχὴ τοῦ παντός. θεὸν δ’ εἶναι καὶ τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας πυρώδεις ὀλυμ‐ πίους θεούς, καὶ ἑτέρους ὑποσελήνους δαίμονας ἀοράτους. ἀρέσκει δὲ καὶ αὐτῷ 〈θείας τινὰς δυνάμεισ〉 καὶ ἐνδιήκειν
10τοῖς ὑλικοῖς στοιχείοις. τούτων δὲ τὴν μὲν 〈διὰ τοῦ ἀέρος Ἄιδην〉 ἀειδῆ προσαγορεύει, τὴν δὲ διὰ τοῦ ὑγροῦ Ποσει‐ δῶνα, τὴν δὲ διὰ τῆς γῆς φυτοσπόρον Δήμητρα. ταῦτα δὲ χορηγήσας τοῖς Στωικοῖς τὰ πρότερα παρὰ τοῦ Πλάτωνος μεταπέφρακεν.

215

Ξενοκράτης (Καλχηδόνιος οὗτος) ἑπτὰ μὲν θεοὺς τοὺς πλα‐ νήτας, ὄγδοον δὲ τὸν ἐκ πάντων τῶν ἀπλανῶν συνεστῶτα
κόσμον αἰνίττεται.131

216

τὸ γὰρ ἄνω καὶ πρῶτον ὕπατον οἱ παλαιοὶ προσηγόρευον· ᾗ καὶ Ξενοκράτης Δία τὸν ἐν μὲν τοῖς κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχουσιν ὕπατον καλεῖ νέατον δὲ τὸν ὑπὸ σελήνην, κτλ.

217

Ξενοκράτης δὲ ὁ Καλχηδόνιος, τὸν μὲν ὕπατον Δία, τὸν δὲ νέατον καλῶν, ἔμφασιν πατρὸς ἀπολείπει καὶ υἱοῦ.

219

Ὅτι τούτοις χρώμενοι τοῖς κανόσι ῥᾳδίως διελέγξομεν, ὡς οὔτε τἀγαθόν ἐστιν ἡ φρουρά, ὥς τινες, οὔτε ἡ ἡδονή, ὡς Νουμήνιος, οὔτε ὁ δημιουργός, ὡς Πατέριος, ἀλλ’, ὡς Ξε‐ νοκράτης, Τιτανική ἐστιν καὶ εἰς Διόνυσον ἀποκορυφοῦται.

220

καθόλου γοῦν τὴν περὶ τοῦ θείου ἔννοιαν Ξενοκράτης ὁ Καλ‐
χηδόνιος οὐκ ἀπελπίζει καὶ ἐν τοῖς ἀλόγοις ζῴοις, κτλ.132

221

ἐν δὲ Σιδόνι τῆς Φοινίκης ἀποτεκούσης αὐτῆς τὸν γενόμενον υἱὸν Πυθαγόραν προσηγόρευσεν, ὅτι ἄρα ὑπὸ τοῦ Πυθίου προηγορεύθη αὐτῷ. παραιτητέοι γὰρ ἐνταῦθα Ἐπιμενίδης καὶ Εὔδοξος καὶ Ξενοκράτης, ὑπονοοῦντες τῇ Παρθενίδι
5τότε μιγῆναι τὸν Ἀπόλλωνα καὶ κύουσαν αὐτὴν ἐκ μὴ οὕτως ἐχούσης καταστῆσαί τε καὶ προαγγεῖλαι διὰ τῆς προφήτιδος.

222

δεδείξεται μετὰ μαρτύρων σοφῶν καὶ παλαιῶν, ὅτι φύσεις εἰσί τινες ὥσπερ ἐν μεθορίῳ θεῶν καὶ ἀνθρώπων, δεχόμεναι πάθη θνητὰ καὶ μεταβολὰς ἀναγκαίας, οὓς δαίμονας ὀρθῶς ἔχει κατὰ νόμον πατέρων ἡγουμένους καὶ ὀνομάζοντας σέ‐
5βεσθαι. Παράδειγμα δὲ τῷ λόγῳ Ξενοκράτης μὲν ὁ Πλάτωνος ἑταῖρος ἐποιήσατο τὸ τῶν τριγώνων, θείῳ μὲν ἀπεικάσας τὸ ἰσόπλευρον θνητῷ δὲ τὸ σκαληνὸν τὸ δ’ ἰσοσκελὲς δαι‐ μονίῳ· τὸ μὲν γὰρ ἴσον πάντῃ τὸ δ’ ἄνισον πάντῃ, τὸ δὲ πῆ μὲν ἴσον πῆ δ’ ἄνισον, ὥσπερ ἡ δαιμόνων φύσις ἔχουσα
10καὶ πάθος θνητοῦ καὶ θεοῦ δύναμιν.

223

〈Τρισσ〉ῶν δὲ ὄντων τῶν τριγώνων τὸ μὲν ἰσόπλευρον, ὡς καὶ Ξενοκράτης ἔλεγεν, ἀνεῖται ταῖς θείαις πάσαις ψυχαῖς ὡς τῷ ἑνὶ κεκρατημέναις· ἡ γὰρ ἰσότης ἑνότης ἐστίν· διὸ καὶ θεῖαι καλοῦνται· τὸ γὰρ ἓν θεότητος ἴδιον. ἐπειδὴ δὲ
5οὐκ ἦν αὐτὸ ἓν τὸ ἐν ψυχαῖς ἕν, ἀλλὰ μετεχόμενον ὑπὸ τοῦ ἐν αὐταῖς πλήθους, ἰσότης ἡ ἑνότης γενομένη ταῖς παντα‐ χόθεν ἐκτεθεωμέναις ψυχαῖς καὶ κατὰ πάσας τὰς ζωὰς τὸ πανταχόθεν ἴσον ἀποδέδωκεν τρίγωνον· δι’ ὧν καὶ τόδε τὸ πᾶν ἐκθεοῦσιν, τὰς μὲν κινήσεις ταῖς εὐθείαις, τὰς δὲ συ‐
10νοχὰς τῶν κινήσεων ταῖς γωνίαις. τὸ δὲ ἰσοσκελὲς ταῖς μετὰ τὰς θείας ψυχαῖς δαιμονίαις οὔσαις, ἐν αἷς μέσαις οὔσαις ἰσότης τέ ἐστιν καὶ ἀνισότης, ἕνωσίς τε καὶ ποικιλία δυνάμεων, τῶν βάσεων ἀνομοίων οὐσῶν πρὸς τὰς ἄνωθεν· διότι δὴ καὶ οἱ δαίμονες τοῖς μὲν ἐσχάτοις ἑαυτῶν ἐφάπτον‐133
15ται τῶν χειρόνων, τοῖς δὲ ὑψηλοτέροις τῶν κρεισσόνων, καὶ ἡ ἐπαφὴ τοῖς μὲν ἐξομοιοῖ διὰ τῆς ἰσότητος, τοῖς δὲ συ‐ νάπτει διὰ τῆς ἀνισότητος. τὸ δὲ δὴ τρίτον τὸ σκαληνὸν πάντῃ ἀνισούμενον τῶν ψυχῶν ἐστιν ἀνιουσῶν καὶ κατιου‐ σῶν εἰκών, 〈τοῖς κρείττο〉σιν ἀνισουμένων καὶ τοῖς χ〈είρο‐
20σιν〉 καὶ γὰρ ἐκείνων ποτὲ μὲν πλέον ἅπτονται κινούμεναι, ποτὲ δὲ ἔλασσον, [καὶ] τῶν χειρόνων, καὶ τὸ παραδοξότατον, ὅτι καὶ ἑαυτῶν. πάντῃ οὖν αὐταῖς ἀνισουμέναις ἀποδέδοται τὸ πάντῃ ἄνισον.

224

Λάβοις δ’ ἂν καὶ κατὰ τὴν τῶν πλευρῶν διαίρεσιν τὴν τῶν τριγώνων πρὸς τὰ ὄντα ἀναλογίαν. τὸ μὲν γὰρ ἰσόπλευρον κατὰ πάντα ἰσότητι καὶ ἁπλότητι κρα‐ τούμενον συγγενές ἐστι ταῖς θείαις ψυχαῖς—μέτρον
5γάρ ἐστι καὶ τῶν ἀνίσων ἡ ἰσότης, ὥσπερ καὶ τὸ θεῖον πάντων τῶν δευτέρων—τὸ δὲ ἰσοσκελὲς τοῖς κρείττοσι γένεσι τοῖς κατευθύνουσι τὴν ἔνυλον φύσιν, ὧν τὸ μὲν πλέον κεκράτηται τῷ μέτρῳ, τὰ δὲ τελευταῖα τῆς ἀνισό‐ τητος ἐφάπτεται καὶ τῆς ἀμετρίας τῆς ὑλικῆς—καὶ γὰρ
10τῶν ἰσοσκελῶν αἱ μὲν δύο ἴσαι, ἡ δὲ βάσις ἄνισος—τὸ δὲ σκαληνὸν ταῖς μερισταῖς ζωαῖς, αἳ πανταχόθεν χωλεύουσι καὶ σκάζουσιν εἰς τὴν γένεσιν φερόμεναι καὶ ἀναπιμπλά‐
μεναι τῆς ὕλης.134

225

Βέλτιον οὖν οἱ τὰ περὶ τὸν Τυφῶνα καὶ Ὄσιριν καὶ Ἶσιν ἱστορούμενα μήτε θεῶν παθήματα μήτ’ ἀνθρώπων, ἀλλὰ δαιμόνων μεγάλων εἶναι νομίζοντες, οὓς καὶ Πλάτων καὶ Πυθαγόρας καὶ Ξενοκράτης καὶ Χρύσιππος, ἑπόμενοι τοῖς
5πάλαι θεολόγοις, ἐρρωμενεστέρους μὲν ἀνθρώπων γεγονέναι λέγουσι καὶ πολὺ τῇ δυνάμει τὴν φύσιν ὑπερφέροντας ἡμῶν, τὸ δὲ θεῖον οὐκ ἀμιγὲς οὐδ’ ἄκρατον ἔχοντας, ἀλλὰ καὶ ψυχῆς φύσει καὶ σώματος αἰσθήσει συνειληχός, ἡδονὴν δεχόμενον καὶ πόνον, καὶ ὅσα ταύταις ἐγγενόμενα ταῖς
10μεταβολαῖς πάθη τοὺς μὲν μᾶλλον τοὺς δ’ ἧττον ἐπιταράτ‐ τει. γίγνονται γὰρ ὡς ἐν ἀνθρώποις, καὶ δαίμοσιν, ἀρετῆς διαφοραὶ καὶ κακίας. τὰ γὰρ Γιγαντικὰ καὶ Τιτανικὰ παρ’ Ἕλλησιν ᾀδόμενα καὶ Κρόνου τινὲς ἄθεσμοι πράξεις καὶ Πύθωνος ἀντιτάξεις πρὸς Ἀπόλλωνα, φυγαί τε Διονύσου
15καὶ πλάναι Δήμητρος οὐδὲν ἀπολείπουσι τῶν Ὀσιριακῶν καὶ Τυφωνικῶν, ἄλλων θ’ ὧν πᾶσιν ἔξεστιν ἀνέδην μυθο‐ λογουμένων ἀκούειν· ὅσα τε μυστικοῖς ἱεροῖς περικαλυπτό‐ μενα καὶ τελεταῖς ἄρρητα διασῴζεται καὶ ἀθέατα πρὸς τοὺς πολλούς, ὅμοιον ἔχει λόγον.

226

‘ἀλλὰ φαύλους μέν‘ ἔφη ‘δαίμονας οὐκ Ἐμπεδοκλῆς μόνον ... ἀπέλιπεν, ἀλλὰ καὶ Πλάτων καὶ Ξενοκράτης καὶ Χρύ‐ σιππος· κτλ.

227

εἰσὶ γάρ, ὡς ἐν ἀνθρώποις, καὶ δαίμοσιν ἀρετῆς διαφοραὶ καὶ τοῦ παθητικοῦ καὶ ἀλόγου τοῖς μὲν ἀσθενὲς καὶ ἀμαυ‐ ρὸν ἔτι λείψανον ὥσπερ περίττωμα, τοῖς δὲ πολὺ καὶ δυσ‐
κατάσβεστον ἔνεστιν, ὦν ἴχνη καὶ σύμβολα πολλαχοῦ135
5θυσίαι καὶ τελεταὶ καὶ μυθολογίαι σῴζουσι καὶ διαφυλάτ‐ τουσιν ἐνδιεσπαρμένα. Περὶ μὲν οὖν τῶν μυστικῶν, ἐν οἶς τὰς μεγίστας ἐμφάσεις καὶ διαφάσεις λαβεῖν ἔστι τῆς περὶ δαιμόνων ἀληθείαις, ‘εὔστομά μοι κείσθω‘ καθ’ Ἡρό‐ δοτον· κτλ.

228

Καὶ μὴν ὅσας ἔν τε μύθοις καὶ ὕμνοις λέγουσι καὶ ᾄδουσι, τοῦτο μὲν ἁρπαγὰς τοῦτο δὲ πλάνας θεῶν κρύψεις τε καὶ φυγὰς καὶ λατρείας, οὐ θεῶν εἰσιν ἀλλὰ δαιμόνων παθή‐ ματα καὶ τύχαι μνημονευόμεναι δι’ ἀρετὴν καὶ δύναμιν
5αὐτῶν, κτλ.

229

Ὁ δὲ Ξενοκράτης καὶ τῶν ἡμερῶν τὰς ἀποφράδας καὶ τῶν ἑορτῶν, ὅσαι πληγάς τινας ἢ κοπετοὺς ἢ νηστείας ἢ δυσφη‐ μίας ἢ αἰσχρολογίαν ἔχουσιν, οὔτε θεῶν τιμαῖς οὔτε δαι‐ μόνων οἴεται προσήκειν χρηστῶν, ἀλλ’ εἶναι φύσεις ἐν τῷ
5περιέχοντι μεγάλας μὲν καὶ ἰσχυράς, δυστρόπους δὲ καὶ σκυθρωπάς, αἳ χαίρουσι τοῖς τοιούτοις, καὶ τυγχάνουσαι πρὸς οὐδὲν ἄλλο χεῖρον τρέπονται· κτλ.

230

ἑορτὰς δὲ καὶ θυσίας, ὥσπερ ἡμέρας ἀποφράδας καὶ σκυ‐ θρωπὰς, ἐν αἷς ὠμοφαγίαι καὶ διασπασμοὶ νηστεῖαί τε καὶ κοπετοί, πολλαχοῦ δὲ πάλιν αἰσχρολογίαι πρὸς ἱεροῖς ‘μανίαι ἀλαλαί τ’ ὀρινόμεναι ῥιψαύχενι σὺν κλόνῳ‘,
5θεῶν μὲν οὐδενὶ δαιμόνων δὲ φαύλων ἀποτροπῆς ἕνεκα φή‐ σαιμ’ ἂν τελεῖσθαι μειλίχια καὶ παραμύθια. καὶ τὰς πάλαι ποιουμένας ἀνθρωποθυσίας οὔτε θεοὺς ἀπαιτεῖν ἢ προσδέ‐
χεσθαι πιθανόν ἔστιν, οὔτε μάτην ἂν ἐδέχοντο βασιλεῖς καὶ στρατηγοὶ παῖδας αὑτῶν ἐπιδιδόντες καὶ καταρχόμενοι καὶ136
10σφάττοντες, ἀλλὰ χαλεπῶν καὶ δυστρόπων ὀργὰς καὶ βα‐ ρυθυμίας ἀφοσιούμενοι καὶ ἀποπιμπλάντες ἀλαστόρων· ἐνίων δὲ μανικοὺς καὶ τυραννικοὺς ἔρωτας, οὐ δυναμένων οὐδὲ βουλομένων σώμασι καὶ διὰ σωμάτων ὁμιλεῖν. ἀλλ’ ὥσπερ Ἡρακλῆς Οἰχαλίαν ἐπολιόρκει διὰ παρθένον, οὕτως ἰσχυροὶ
15καὶ βίαιοι δαίμονες ἐξαιτούμενοι ψυχὴν ἀνθρωπίνην περιε‐ χομένην σώματι λοιμούς τε πόλεσι καὶ γῆς ἀφορίας ἐπά‐ γουσι καὶ πολέμους καὶ στάσεις ταράττουσιν, ἄχρι οὗ λάβωσι καὶ τύχωσιν οὗ ἐρῶσιν.

231

Πάντες μὲν οἱ κατὰ [τὸν] τρόπον στοιχειοῦν δοκοῦντες τῶν φιλοσόφων, καὶ ἐπιφανέστατα παρὰ πάντας οἵ τε ἀπὸ τῆς ἀρχαίας Ἀκαδημίας καὶ οἱ ἀπὸ τοῦ περιπάτου ἔτι δὲ τῆς στοᾶς, εἰώθασι διαιρούμενοι λέγειν τῶν ὄντων τὰ μὲν
5εἶναι ἀγαθὰ τὰ δὲ κακὰ τὰ δὲ μεταξὺ τούτων, ἅπερ καὶ ἀδιάφορα λέγουσιν· ἰδιαίτερον δὲ παρὰ τοὺς ἄλλους ὁ Ξε‐ νοκράτης καὶ ταῖς ἑνικαῖς πτώσεσι χρώμενος ἔφασκε “πᾶν τὸ ὂν ἢ ἀγαθόν ἐστιν ἢ κακόν ἐστιν ἢ οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν ἐστιν.” καὶ τῶν λοιπῶν φιλοσόφων χωρὶς ἀπο‐
10δείξεως τὴν τοιαύτην διαίρεσιν προσιεμένων αὐτὸς ἐδόκει καὶ ἀπόδειξιν συμπαραλαμβάνειν. εἰ γὰρ ἔστι τι κεχω‐ ρισμένον πρᾶγμα τῶν ἀγαθῶν καὶ κακῶν καὶ τῶν μήτε ἀγαθῶν μήτε κακῶν, ἐκεῖνο ἤτοι ἀγαθόν ἐστιν ἢ οὐκ ἔστιν ἀγαθόν. καὶ εἰ μὲν ἀγαθόν ἐστιν, ἓν τῶν τριῶν γενήσεται·
15εἰ δ’ οὐκ ἔστιν ἀγαθόν, ἤτοι κακόν ἐστιν ἢ οὔτε κακόν ἐστιν οὔτε ἀγαθόν ἐστιν· εἴτε δὲ κακόν ἐστιν, ἓν τῶν τριῶν ὑπάρ‐
ξει, εἴτε οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν ἐστι, πάλιν ἓν τῶν τριῶν καταστήσεται. πᾶν ἄρα τὸ ἤτοι ἀγαθόν ἐστιν ἢ κακόν ἐστιν ἢ οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν ἐστιν.137

232

Ξενοκράτης τε ὁ Καλχηδόνιος τὴν εὐδαιμονίαν ἀποδίδωσι κτῆσιν τῆς οἰκείας ἀρετῆς καὶ τῆς ὑπηρετικῆς αὐτῇ δυ‐ νάμεως. Εἶτα ὡς μὲν ἐν ᾧ γίνεται, φαίνεται λέγων τὴν ψυχήν· ὡς δ’ ὑφ’ ὧν, τὰς ἀρετάς· ὡς δ’ ἐξ ὧν, ὡς μερῶν,
5τὰς καλὰς πράξεις καὶ τὰς σπουδαίας ἕξεις τε καὶ διαθέσεις καὶ κινήσεις καὶ σχέσεις· ὡς δ’ ὧν οὐκ ἄνευ, τὰ σωματικὰ καὶ τὰ ἐκτός. Ὁ γὰρ Ξενοκράτους γνώριμος Πολέμων φαί‐ νεται τὴν εὐδαιμονίαν αὐτάρκειαν εἶναι βουλόμενος ἀγαθῶν πάντων, ἢ τῶν πλείστων καὶ μεγίστων. Δογματίζει γοῦν
10χωρὶς μὲν ἀρετῆς μηδέποτε ἂν εὐδαιμονίαν ὑπάρχειν, δίχα δὲ καὶ τῶν σωματικῶν καὶ τῶν ἐκτὸς τὴν ἀρετὴν αὐτάρκη πρὸς εὐδαιμονίαν εἶναι.

233

‘Πόθεν οὖν‘ φησίν ‘ἄρξωμαι; καὶ τίνα λάβω τοῦ καθή‐ κοντος ἀρχὴν καὶ ὕλην τῆς ἀρετῆς, ἀφεὶς τὴν φύσιν καὶ τὸ κατὰ φύσιν;‘ πόθεν δ’ Ἀριστοτέλης, ὦ μακάριε, καὶ Θεόφραστος ἄρχονται; τίνας δὲ Ξενοκράτης καὶ Πολέμων
5λαμβάνουσιν ἀρχάς; οὐχὶ καὶ Ζήνων τούτοις ἠκολούθησεν ὑποτιθεμένοις στοιχεῖα τῆς εὐδαιμονίας τὴν φύσιν καὶ τὸ κατὰ φύσιν; ἀλλ’ ἐκεῖνοι μὲν ἐπὶ τούτων ἔμειναν ὡς αἱρετῶν καὶ ἀγαθῶν καὶ ὠφελίμων, καὶ τὴν ἀρετὴν προσλαβόντες 〈ἐν〉 αὐτοῖς ἐνεργοῦσαν οἰκείως χρωμένην ἑκάστῳ τέλειον
10ἐκ τούτων καὶ ὁλόκληρον ᾤοντο συμπληροῦν βίον καὶ συμ‐ περαίνειν, τὴν ἀληθῶς τῇ φύσει πρόσφορον καὶ συνῳδὸν
ὁμολογίαν ἀποδιδόντες.138

236

Ἔτι τὸ ἐπιχειρεῖν μεταφέροντα τοὔνομα ἐπὶ τὸν λόγον, ὡς μάλιστα προσῆκον ἐκλαμβάνειν ἢ ὡς κεῖται τοὔνομα, οἷον εὔψυχον μὴ τὸν ἀνδρεῖον, καθάπερ νῦν κεῖται, ἀλλὰ τὸν εὖ τὴν ψυχὴν ἔχοντα, καθάπερ καὶ εὔελπιν τὸν ἀγαθὰ
5ἐλπίζοντα· ὁμοίως δὲ καὶ εὐδαίμονα, οὗ ἂν ὁ δαίμων ᾖ σπουδαῖος, καθάπερ Ξενοκράτης φησὶν εὐδαίμονα εἶναι τὸν τὴν ψυχὴν ἔχοντα σπουδαίαν· ταύτην γὰρ ἑκάστου εἶναι δαίμονα.

237

ὁ γὰρ εὖ τὸν δαίμονα ἔχων σημαίνεσθαι δοκεῖ ὑπὸ τοῦ εὐδαίμονος. εἰ δὴ δαίμων ἑκάστου ἡ ψυχή, καθ’ ἃ Ξενο‐ κράτει δοκεῖ, εἴη ἂν εὐδαίμων ὁ εὖ τὴν ψυχὴν ἔχων· εὖ δὲ τὴν ψυχὴν ἔχει ὁ σπουδαῖος· ὁ σπουδαῖος ἄρα εὐδαίμων.

239

Ξενοκράτους.
Ξενοκράτης ἔλεγεν· ὡς τὸ κακοπρόσωπον αἴσχει προσώπου, καὶ μοχθηρίᾳ τινὶ μορφῆς τὸ δύσμορφον, οὕτω δαίμονος κακίᾳ τοὺς πονηροὺς κακοδαίμονας ὀνομάζομεν.141

240

Σκοπεῖν δὲ καὶ ὧν θάτερον μάλιστα λέγεται ὁτιοῦν, εἰ καὶ θάτερον τῶν αὐτῶν τούτων κατὰ τὸ αὐτὸ μάλιστα λέγεται, καθάπερ Ξενοκράτης τὸν εὐδαίμονα βίον καὶ τὸν σπουδαῖον ἀποδείκνυσι τὸν αὐτόν, ἐπειδὴ πάντων τῶν βίων
5αἱρετώτατος ὁ σπουδαῖος καὶ ὁ εὐδαίμων· ἓν γὰρ τὸ αἱρε‐ τώτατον καὶ μέγιστον. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων. δεῖ δ’ ἑκάτερον ἐν ἀριθμῷ εἶναι τὸ λεγόμενον μέ‐ γιστον ἢ αἱρετώτατον ... δῆλον οὖν ὅτι ἓν ἀριθμῷ δεῖ εἶναι τὸ βέλτιστον καὶ μέγιστον λεγόμενον, εἰ μέλλει ὅτι ταὐτὸν
10ἀποδείκνυσθαι διὸ καὶ Ξενοκράτης οὐκ ἀποδείκνυσιν· οὐ γὰρ εἷς ἀριθμῷ ὁ εὐδαίμων οὐδ’ ὁ σπουδαῖος βίος, ὥστ’ οὐκ ἀναγκαῖον τὸν αὐτὸν εἶναι, διότι ἄμφω αἱρετώτατοι, ἀλλὰ
τὸν ἕτερον ὑπὸ τὸν ἕτερον.142

249

ἄξιον δ’ ἀναλαβεῖν τὸ δόγμα ταῖς ἐκείνου λέξεσιν, ἵνα καὶ
μάθῃς πως οἱ τοῦ Ξενοκράτους καὶ Σπευσίππου κατηγοροῦν‐ τες ἐπὶ τῷ μὴ τὴν ὑγίειαν ἀδιάφορον ἡγεῖσθαι μηδὲ τὸν πλοῦτον ἀνωφελὲς ἐν τίνι τόπῳ τὴν κακίαν αὐτοὶ τίθενται144
5καὶ τίνας λόγους περὶ αὐτῆς διεξίασιν· κτλ.

251

Ἂν εἷς σοφὸς ὁπουδήποτε προτείνῃ τὸν δάκτυλον φρονίμως, οἱ κατὰ τὴν οἰκουμένην σοφοὶ πάντες ὠφελοῦνται. τοῦτο τῆς φιλίας ἔργον αὐτῶν εἰς τοῦτο τοῖς κοινοῖς ὠφελήμασι τῶν σοφῶν αἱ ἀρεταὶ τελευτῶσιν. ἐλήρει δ’ Ἀριστοτέλης, ἐλήρει
5δὲ Ξενοκράτης, ὠφελεῖσθαι μὲν ἀνθρώπους ὑπὸ θεῶν ὠφε‐ λεῖσθαι δὲ ὑπὸ γονέων ὠφελεῖσθαι δὲ ὑπὸ καθηγητῶν ἀπο‐ φαινόμενοι τὴν δὲ θαυμαστὴν ἀγνοοῦντες ὠφέλειαν, ἣν οἱ σοφοὶ κινουμένων κατ’ ἀρετὴν 〈ὑπ’〉 ἀλλήλων ὠφελοῦνται
κἂν μὴ συνῶσι μηδὲ γιγνώσκοντες τυγχάνωσι.145

252

τῶν τοίνυν Ἀθήνησι νομοθετῶν Τριπτόλεμον παλαιότατον παρειλήφαμεν· περὶ οὖ Ἕρμιππος ἐν δευτέρῳ περὶ τῶν νομοθετῶν γράφει ταῦτα· φασὶ δὲ καὶ Τριπτόλεμον Ἀθη‐ ναίοις νομοθετῆσαι, καὶ τῶν νόμων αὐτοῦ τρεῖς ἔτι Ξε‐
5νοκράτης ὁ φιλόσοφος λέγει διαμένειν Ἐλευσῖνι τούσδε· γονεῖς τιμᾶν, θεοὺς καρποῖς ἀγάλλειν, ζῷα μὴ σίνεσθαι. τοὺς μὲν οὖν δύο καλῶς παραδοθῆναι· δεῖ γὰρ τοὺς μὲν γονεῖς εὐεργέτας ἡμῶν γεγενημένους ἀντ’ εὖ ποιεῖν ἐφ’ ὅσον ἐνδέχεται, τοῖς θεοῖς δὲ ἀφ’ ὧν ἔδωκαν ἡμῖν [ὠφελίμων]
10εἰς τὸν βίον ἀπαρχὰς ποιεῖσθαι· περὶ δὲ τοῦ τρίτου διαπορεῖ, τί ποτε διανοηθεὶς ὁ Τριπτόλεμος παρήγγειλεν ἀπέχεσθαι τῶν ζῴων. πότερον γάρ, φησίν, ὅλως οἰόμενος εἶναι δεινὸν τὸ ὁμογενὲς κτείνειν ἢ συνιδὼν ὅτι συνέβαινεν ὑπὸ τῶν ἀνθρώπων τὰ χρησιμώτατα τῶν ζῴων εἰς τροφὴν ἀναι‐
15ρεῖσθαι; βουλόμενον οὖν ἥμερον ποιῆσαι τὸν βίον πειραθῆναι καὶ τὰ συνανθρωπεύοντα καὶ μάλιστα τῶν ζῴων ἥμερα διασῴζειν. εἰ μὴ ἄρα διὰ τὸ προστάξαι τοῖς καρποῖς τοὺς θεοὺς τιμᾶν ὑπολαβὼν μᾶλλον ἂν διαμεῖναι τὴν τιμὴν ταύτην, εἰ μὴ γίγνοιντο τοῖς θεοῖς διὰ τῶν ζῴων θυσίαι.
20πολλὰς δὲ αἰτίας τοῦ Ξενοκράτους καὶ ἄλλας οὐ πάνυ ἀκριβεῖς ἀποδιδόντος ἡμῖν αὔταρκες τοσοῦτον ἐκ τῶν εἰρημένων, ὅτι τοῦτο νενομοθέτητο ἐκ τοῦ Τριπτολέμου.

253

αἰτία δὲ φιλοσοφίας εὑρέσεώς ἐστι κατὰ Ξενοκράτη τὸ
ταραχῶδες ἐν τῷ βίῳ καταπαῦσαι τῶν πραγμάτων.146

254

ὥστε μὴ προεκθεῖν τοῦ λογισμοῦ μηδ’ ὑπενδιδόναι μηδ’ ἀτακτεῖν μηδ’ ἀπειθεῖν, ἀλλὰ πᾶσαν ὁρμὴν εὐάγωγον οὖσαν
‘ἄθηλον ἵππῳ πῶλον ὣς ἅμα τρέχειν,‘ ἐπιβεβαιοῦσαν τὸν Ξενοκράτους λόγον, ὃν ἐκεῖνος εἶπε περὶ
5τῶν ἀληθῶς φιλοσοφούντων, ὅτι μόνοι ποιοῦσιν ἑκουσίως ἃ ποιοῦσιν ἄκοντες οἱ λοιποὶ διὰ τὸν νόμον, ὥσπερ ὑπὸ πληγῆς κύνες ἢ γαλαῖ ψόφῳ τῶν ἡδονῶν ἀποτρεπόμενοι καὶ πρὸς τὸ δεινὸν ἀποβλέποντες.

255

ἂν γὰρ ἀνελών τις τοὺς νόμους τὰ Παρμενίδου καὶ Σωκρά‐ τους καὶ Ἡρακλείτου καὶ Πλάτωνος ἀπολίπῃ δόγματα, πολλοῦ δεήσομεν ἀλλήλους κατεσθίειν καὶ θηρίων βίον ζῆν· φοβησόμεθα γὰρ τὰ αἰσχρὰ καὶ τιμήσομεν ἐπὶ τῷ καλῷ
5δικαιοσύνην, θεοὺς ἄρχοντας ἀγαθοὺς καὶ δαίμονας ἔχειν τοῦ βίου φύλακας ἡγούμενοι καὶ τὸν ὑπὲρ γῆς καὶ ὑπὸ γῆν χρυσὸν ἀρετῆς ἀντάξιον μὴ τιθέμενοι καὶ ποιοῦντες ἑκουσίως διὰ τὸν λόγον, ᾗ φησι Ξενοκράτης, ἃ νῦν ἄκον‐
τες διὰ τὸν νόμον.147

258

Ξενοκράτης ὁ φιλόσοφος ἐρωτηθείς τί αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας ἔφη· τὸ τὰ ὑπὸ τῶν νόμων προστεταγμένα ἑκουσίως ποιεῖν.

259

εἰκότως οὖν εἴρηται παρὰ τῷ Σολομῶντι σοφία ἐν στόματι πιστῶν, ἐπεὶ καὶ Ξενοκράτης ἐν τῷ Περὶ Φρονήσεως τὴν σοφίαν ἐπιστήμην τῶν πρώτων αἰτίων καὶ τῆς νοητῆς οὐσίας εἶναί φησι, τὴν φρόνησιν ἡγούμενος διττήν, τὴν μὲν
5πρακτικήν, τὴν δὲ θεωρητικήν, ἣν δὴ σοφίαν ὑπάρχειν ἀνθρωπίνην. διόπερ ἡ μὲν σοφία φρόνησις, οὐ μὴν πᾶσα φρόνησις σοφία.

260

Ὁμοίως δὲ καὶ ἐν τοῖς περὶ φιλοσοφίας διώρισται αὐτὸ μὲν τὸ ζῶον ἐξ αὐτῆς τῆς τοῦ ἑνὸς ἰδέας εἶναι καὶ τοῦ πρώτου μήκους καὶ πλάτους καὶ βάθους, τὰς δ’ ἄλλας ὁμοιοτρόπως. τὴν γὰρ ἀσώματον φύσιν τοῦ μὲν συνεχοῦς
5ποσοῦ πόρρωθεν εἶναι παντάπασιν ὑπελάμβανον οἱ ἄνδρες ἐκεῖνοι, ἅτε ἐν ὄγκῳ μὴ ὑφεστῶσαν, τοῦ διωρισμένου δὲ οἰκείαν εἶναι· πλῆθος γὰρ καὶ ἐκείνης εἶναι τῆς φύσεως ἐξ ἑνάδων ἀληθινῶν συντεθειμένον ὑπενόουν, οὐχ οἵαις ἡμεῖς χρώμεθα ἐπὶ τῶν σωμάτων μονάσιν, ὧν οὐδέν ἐστιν148
10ἓν ἀκριβῶς, ἀλλὰ πλείω, μᾶλλον δὲ ἄπειρα· διὸ καὶ εἰδη‐ τικὸν ἐκάλουν τοῦτον τὸν ἀριθμὸν ἅτε συγκείμενον ἐξ εἰδῶν, καὶ τοὺς ἀριθμοὺς ἐκείνους εἴδη τῶν ὄντων ἐτίθεντο· ‘ἀριθ‐ μῷ δέ τε πάντ’ ἐπέοικε‘. τοῦ μὲν οὖν αὐτοζῴου, τουτέστι τοῦ κόσμου τοῦ νοητοῦ, στοιχεῖα τὰ πρῶτα ἐποίουν τῶν
15εἰδητικῶν ἀριθμῶν τὴν τοῦ ἑνὸς ἰδέαν καὶ τὴν τῆς πρώτης δυάδος καὶ τὴν τῆς πρώτης τριάδος καὶ τὴν τῆς πρώτης τετράδος· ἐπειδὴ γὰρ ἐν τῷ νοητῷ κόσμῳ δεῖ πάντως τὰς ἀρχὰς παρεμφαίνεσθαι τοῦ αἰσθητοῦ, ὁ δὲ αἰσθητὸς ἐκ μήκους ἤδη καὶ πλάτους καὶ βάθους, τοῦ μὲν μήκους ἰδέαν
20εἶναι τὴν πρώτην ἀπεφήναντο δυάδα· ἀπὸ γὰρ ἑνὸς ἐφ’ ἓν τὸ μῆκος, τουτέστιν ἀπὸ σημείου ἐπὶ σημεῖον· τοῦ δὲ μήκους ἅμα καὶ πλάτους τὴν πρώτην τριάδα· πρῶτον γὰρ τῶν ἐπιπέδων χρημάτων ἐστὶ τὸ τρίγωνον· τοῦ δὲ μήκους καὶ πλάτους καὶ βάθους τὴν πρώτην τετράδα· πρῶτον γὰρ τῶν
25στερεῶν ἐστὶν ἡ πυραμίς. ταῦτα δὲ ἅπαντα λαβεῖν ἔστιν ἐκ τοῦ περὶ φύσεως τοῦ Ξενοκράτους.

261

Μετὰ δὲ ταῦτα διελέγχει τὸν Ξενοκράτους ὁρισμὸν τῆς ψυχῆς, οὐ πρὸς τοὔνομα τοῦ ἀριθμοῦ μαχόμενος, ὥς φησιν Ἀνδρόνικος καὶ Πορφύριος, ἀλλὰ καὶ πάνυ τὴν διάνοιαν ἐπιζητῶν τὴν Ξενοκράτους, ὡς δῆλόν ἐστιν ἐκ τῶν Περὶ
5φύσεως αὐτῷ γεγραμμένων, ἐν οἷς ἂν δόξειε μοναδικὸν ποιεῖν ἀριθμὸν τὴν ψυχὴν ὁ Ξενοκράτης. τοῦτον γὰρ τὸν λόγον
φησὶ πολὺ τῶν εἰρημένων ἀλογώτατον εἶναι· κτλ.149

262

Ἃ μὲν οὖν Ἀριστοτέλης ἀπορεῖ πρὸς τὸν Ξενοκράτους ὁρισμὸν τῆς ψυχῆς, ταῦτά ἐστιν· ἃ δὲ ὁ τὰ Ἀριστοτέλους ἀδιανόητα ὀνομάζων, καὶ τὰ καλῶς ἄλλοις εἰρημένα καὶ ἐν καιρῷ οὔτε καλῶς οὔτε ἐν καιρῷ μεταφέρων αὐτός,
5ἄλλης ἂν εἴη σχολῆς ἐξετάζειν. ἀλλὰ χρὴ παραβάλλειν τὰ Ἀνδρονίκου πρὸς τὰ ἐκείνου, ὅσῳ καὶ σαφέστερα καὶ πι‐ θανώτερα πρὸς σύστασιν τοῦ λόγου τοῦ Ξενοκράτους. ‘ἀριθ‐ μὸν γὰρ ἐκάλουν‘ φησὶ ‘τὴν ψυχήν, ὅτι μηδὲν ζῷον ἐξ ἁπλοῦ σώματος, ἀλλὰ κατά τινας λόγους καὶ ἀριθμοὺς
10κραθέντων τῶν πρώτων στοιχείων. σχεδὸν οὖν ταὐτὸν ἀπε‐ φαίνοντο τοῖς ἁρμονίαν αὐτὴν τιθεμένοις, πλὴν ὅσῳ σαφέ‐ στερον οὗτοι τῇ προσθήκῃ τὸν λόγον ἐποίουν, οὐ πάντα ἀριθμόν, ἀλλὰ τὸν κινοῦντα ἑαυτὸν τὴν ψυχὴν ἀφοριζόμενοι, ὥσπερ ἂν εἰ καὶ ἐκεῖνοι μὴ πᾶσαν ἁρμονίαν, ἀλλὰ τὴν
15ἁρμόζουσαν ἑαυτήν· αὐτὴ γάρ ἐστιν ἡ ψυχὴ τῆς κράσεως ταύτης αἰτία καὶ τοῦ λόγου καὶ τῆς μίξεως τῶν πρώτων στοιχείων.‘ ἀλλ’ ὅπερ εἶπον, ὅπως μὲν ἔλεγε τὴν ψυχὴν ἀριθμὸν εἶναι κινοῦντα ἑαυτὸν Ξενοκράτης, ἐκ τῶν ἐκείνου ληπτέον καὶ μάλιστα ἐκ τοῦ πέμπτου τῶν Περὶ φύσεως
20τἀνδρὶ γεγραμμένων· κτλ.150

264

ἔτι δὲ τοῦτο σαφέστερον πεποίηκε Ξενοκράτης ὁ γνησιώ‐ τατος τῶν Πλάτωνος ἀκροατῶν ἐν τῷ Περὶ τοῦ Πλάτωνος βίου τάδε γεγραφώς· “τὰ μὲν οὖν ζῷα πάλιν οὕτω διῃρεῖτο εἰς ἰδέας τε καὶ μέρη πάντα τρόπον διαιρῶν, ἕως εἰς τὰ
5πάντων στοιχεῖα ἀφίκετο τῶν ζῴων, ἃ δὴ πέντε σχήματα καὶ σώματα ὠνόμαζεν, εἰς αἰθέρα καὶ πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα”.

265

καὶ ὅτι καὶ Πλάτων πέντε εἶναι τὰ ἁπλᾶ σώματα νομίζει κατὰ τὰ πέντε σχήματα, ἀρκεῖ Ξενοκράτης ὁ γνησιώτατος αὐτοῦ τῶν ἀκροατῶν ἐν τῷ Περὶ τοῦ Πλάτωνος βίου τάδε γράφων· “τὰ μὲν οὖν ζῷα οὕτω διῃρεῖτο εἰς ἰδέας τε καὶ
5μέρη πάντα τρόπον διαιρῶν, ἕως εἰς τὰ πέντε στοιχεῖα ἀφί‐ κετο τῶν ζῴων, ἃ δὴ πέντε σχήματα καὶ σώματα ὠνόμαζεν, εἰς αἰθέρα καὶ πῦρ καὶ ὕδωρ καὶ ἀέρα”. ὥστε καὶ τὸ δω‐ δεκάεδρον ἁπλοῦ σώματος ἦν σχῆμα κατ’ αὐτὸν τοῦ οὐρα‐ νοῦ, ὃν αἰθέρα καλεῖ.

266

καὶ μέντοι καὶ ἐκ τῶν ὑπὸ Ξενοκράτους περὶ τούτων ἱστο‐ ρηθέντων, ὧν οὐδὲν ἂν εἴη χεῖρον καὶ νῦν ὑπομνῆσαι, ἐν τοῖς Περὶ τοῦ Πλάτωνος βίου γεγραμμένοις ὧδε· “τὰ μὲν οὖν ζῷα πάλιν οὕτως διῃρεῖτο εἰς ἰδέας τε καὶ μέρη πάντα
5τρόπον διαιρῶν, ἕως εἰς τὰ πάντων στοιχεῖα ἀφίκετο τῶν ζῴων, ἃ δὴ πέντε σχήματα καὶ σώματα ὠνόμαζεν, εἰς
αἰθέρα καὶ πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα.”151

267

... δοκεῖ δὲ Ξενοκράτης ἰδίᾳ πραγματευόμενος Περὶ τῆς ἀπὸ τῶν ζῴων τροφῆς καὶ Πολέμων ἐν τοῖς Περὶ τοῦ κατὰ φύσιν βίου συντάγμασι σαφῶς λέγειν, ὡς ἀσύμφορόν ἐστιν ἡ διὰ τῶν σαρκῶν τροφή, 〈ἣ〉 εἰργασμένη ἤδη καὶ ἐξομοιοῖ
5ταῖς τῶν ἀλόγων ψυχαῖς.

268

Οἶμαι φανερὰν εἶναι διὰ παντὸς τοῦ χρόνου τὴν ἐμὴν προ‐ θυμίαν καὶ ὅτι πολλὴν πρόνοιαν εἶχον περὶ ὑμῶν οὐκ ἄλλου 〈δέ〉 τινος ἕνεκεν μᾶλλον ἢ τῆς ἐπὶ τοῖς καλοῖς φι‐ λοτιμίας. Νομίζω γὰρ δίκαιον εἶναι τοὺς ὄντας τῇ ἀληθείᾳ
5ἐπιεικεῖς καὶ πράττοντας τοιαῦτα τυγχάνειν δόξης τῆς προσηκούσης. Ὅτι δὲ τὰ κυριώτατα τοῦ σώματος καὶ τῷ ὄντι ἡ κεφαλὴ καὶ τὰ ἐν αὐτῇ περίεστιν, εὖ ἔχει. Τῶν δὲ λοιπῶν τὴν προσήκουσαν ἐπιμέλειαν ποιοῦ μετά τε ἰατρῶν καὶ αὐτὸς ἐπιβλέπων τὸ χρήσιμον. Ἀνδρίᾳ γὰρ καὶ
10ῥώμῃ καὶ τάχει διενεγκεῖν δόξειεν ἂν χαρίεντος εἶναι. Ἐγὼ δέ, καθάπερ καὶ σὺ οἶσθα, Πλάτωνα θαυμάσας δι’ ἐκεῖνον καὶ τὴν πόλιν ὑμῶν καὶ τὴν ἐν Ἀκαδημίᾳ διατρι‐ βὴν ᾐδούμην καὶ διέμεινα πάντα τὸν χρόνον ἀνέγκλητον ἐμαυτὸν ἐφ’ ὅσον ἠδυνήθην πρὸς τὸ ἐκείνου ἦθος διατηρή‐
15σας. Ἐπεὶ δὲ κατὰ τὰ συμβαίνοντα ἐκεῖνος μὲν ἐχωρίσθη τῆς ἐν ταὐτῷ ἡμῖν συνουσίας, τὰ δὲ νομιζόμενα συνετε‐ λέσαμεν καὶ κοινῇ καὶ ἰδίᾳ τιμῶντες ἐκεῖνον, ἐχωριζόμεθα κατὰ τὰς αἱρέσεις, ἃς ἕκαστος ἡμῶν ἐδοκίμαζεν. Ἐγὼ μὲν οὖν ἀεί ποτε καὶ τῇ φύσει παντελῶς οἰκεῖος ὢν ἡσυχίας
20καὶ σχολῆς ὑπῆρχον, ἀνυπεύθυνός τε ὢν ἄνθρωπος εἰς τὸ δυνατὸν ᾑρούμην διαγενέσθαι. Καὶ γὰρ ἐφιλοσόφουν, ὅπως ἐμαυτοῦ τε 〈ὡσ〉 οἷόν 〈τε〉 ἦν καὶ τῶν ἄλλων ἀνθρώπων διάφορος γίνωμαι. Δεῖ οὖν φανερὸν γενέσθαι, διότι εἰμί, οἷός πέρ φημι, ἄλλως τε 〈καὶ〉 ἐπεί γε σὺν θεῷ εἰπεῖν152
25ῥᾴδιόν ἐστιν. Ἔῤῥωσο.153